Go to Chapter Index or Scriptures
GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT Colossians Chapter 3
This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament.
This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index ||
Textus Receptus Index ||
Search this website ||
Bible Studies Index ||
Greek Word Studies Index
Colossians 3:1 εἰ οὖν συνηγέρθητε τῷ χριστῷ τὰ ἄνω ζητεῖτε οὗ ὁ χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος
3:2 τὰ ἄνω φρονεῖτε μὴ τὰ ἐπὶ τῆς γῆς
3:3 ἀπεθάνετε γάρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ
3:4 ὅταν ὁ χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ
3:5 νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς πορνείαν ἀκαθαρσίαν πάθος ἐπιθυμίαν κακήν καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρεία
3:6 δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας
3:7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν αὔτοις
3:8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα ὀργήν θυμόν κακίαν βλασφημίαν αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν
3:9 μὴ ψεύδεσθε εἰς ἀλλήλους ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ
Colossians 3:10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν
3:11 ὅπου οὐκ ἔνι ἕλλην καὶ ἰουδαῖος περιτομὴ καὶ ἀκροβυστία βάρβαρος σκύθης δοῦλος ἐλεύθερος ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν χριστός
3:12 ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμῶν χρηστότητα ταπεινοφροσύνην πρᾳότητα μακροθυμίαν
3:13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν καθὼς καὶ ὁ χριστὸς ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς
3:14 ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην ἥτις ἐστιν σύνδεσμος τῆς τελειότητος
3:15 καὶ ἡ εἰρήνη τοῦ θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι καὶ εὐχάριστοι γίνεσθε
3:16 ὁ λόγος τοῦ χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ
3:17 καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ πάντα ἐν ὀνόματι κυρίου ἰησοῦ εὐχαριστοῦντες τῷ θεῷ καὶ πατρὶ δι᾽ αὐτοῦ
3:18 αἱ γυναῖκες ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσιν ὡς ἀνῆκεν ἐν κυρίῳ
3:19 οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς
Colossians 3:20 τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα τοῦτο γὰρ ἐστιν εὐάρεστόν τῷ κυρίῳ
3:21 οἱ πατέρες μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν ἵνα μὴ ἀθυμῶσιν
3:22 οἱ δοῦλοι ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις μὴ ἐν ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι ἀλλ᾽ ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν θεόν
3:23 καὶ πᾶν ὃ τι ἐὰν ποιῆτε ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις
3:24 εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας τῷ γὰρ κυρίῳ χριστῷ δουλεύετε
3:25 ὁ δὲ ἀδικῶν κομιεῖται ὃ ἠδίκησεν καὶ οὐκ ἔστιν προσωποληψία
See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.
If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the
Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.
Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index