Greek Textus Receptus | English King James |
Hebrews 9:1 εἶχέν μὲν οὖν καὶ ἡ πρώτη σκηνή δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν |
Hebrews 9:1 Then verily the first covenant had also ordinances of divine service, and a worldly sanctuary. |
9:2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων ἥτις λέγεται ἅγια |
9:2 For there was a tabernacle made; the first, wherein was the candlestick, and the table, and the shewbread; which is called the sanctuary. |
9:3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων |
9:3 And after the second veil, the tabernacle which is called the Holiest of all; |
9:4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης |
9:4 Which had the golden censer, and the ark of the covenant overlaid round about with gold, wherein was the golden pot that had manna, and Aaron's rod that budded, and the tables of the covenant; |
9:5 ὑπεράνω δὲ αὐτῆς χερουβιμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος |
9:5 And over it the cherubims of glory shadowing the mercyseat; of which we cannot now speak particularly. |
9:6 τούτων δὲ οὕτως κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντός εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες |
9:6 Now when these things were thus ordained, the priests went always into the first tabernacle, accomplishing the service of God. |
9:7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς οὐ χωρὶς αἵματος ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων |
9:7 But into the second went the high priest alone once every year, not without blood, which he offered for himself, and for the errors of the people: |
9:8 τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν |
9:8 The Holy Ghost this signifying, that the way into the holiest of all was not yet made manifest, while as the first tabernacle was yet standing: |
9:9 ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα καθ᾽ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα |
9:9 Which was a figure for the time then present, in which were offered both gifts and sacrifices, that could not make him that did the service perfect, as pertaining to the conscience; |
Hebrews 9:10 μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς καὶ δικαιώμασιν σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα |
Hebrews 9:10 Which stood only in meats and drinks, and divers washings, and carnal ordinances, imposed on them until the time of reformation. |
9:11 χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου τουτέστιν οὐ ταύτης τῆς κτίσεως |
9:11 But Christ being come an high priest of good things to come, by a greater and more perfect tabernacle, not made with hands, that is to say, not of this building; |
9:12 οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος |
9:12 Neither by the blood of goats and calves, but by his own blood he entered in once into the holy place, having obtained eternal redemption for us. |
9:13 εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα |
9:13 For if the blood of bulls and of goats, and the ashes of an heifer sprinkling the unclean, sanctifieth to the purifying of the flesh: |
9:14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ χριστοῦ ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι |
9:14 How much more shall the blood of Christ, who through the eternal Spirit offered himself without spot to God, purge your conscience from dead works to serve the living God? |
9:15 καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας |
9:15 And for this cause he is the mediator of the new testament, that by means of death, for the redemption of the transgressions that were under the first testament, they which are called might receive the promise of eternal inheritance. |
9:16 ὅπου γὰρ διαθήκη θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου |
9:16 For where a testament is, there must also of necessity be the death of the testator. |
9:17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος |
9:17 For a testament is of force after men are dead: otherwise it is of no strength at all while the testator liveth. |
9:18 ὅθεν οὐδ᾽ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται |
9:18 Whereupon neither the first testament was dedicated without blood. |
9:19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ νόμον ὑπὸ μωϋσέως παντὶ τῷ λαῷ λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐῤῥάντισεν |
9:19 For when Moses had spoken every precept to all the people according to the law, he took the blood of calves and of goats, with water, and scarlet wool, and hyssop, and sprinkled both the book, and all the people, |
Hebrews 9:20 λέγων τοῦτο τὸ αἷμα τῆς διαθήκης ἡς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός |
Hebrews 9:20 Saying, This is the blood of the testament which God hath enjoined unto you. |
9:21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐῤῥάντισεν |
9:21 Moreover he sprinkled with blood both the tabernacle, and all the vessels of the ministry. |
9:22 καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις |
9:22 And almost all things are by the law purged with blood; and without shedding of blood is no remission. |
9:23 ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας |
9:23 It was therefore necessary that the patterns of things in the heavens should be purified with these; but the heavenly things themselves with better sacrifices than these. |
9:24 οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ χριστός ἀντίτυπα τῶν ἀληθινῶν ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν |
9:24 For Christ is not entered into the holy places made with hands, which are the figures of the true; but into heaven itself, now to appear in the presence of God for us: |
9:25 οὐδ᾽ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾽ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ |
9:25 Nor yet that he should offer himself often, as the high priest entereth into the holy place every year with blood of others; |
9:26 ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται |
9:26 For then must he often have suffered since the foundation of the world: but now once in the end of the world hath he appeared to put away sin by the sacrifice of himself. |
9:27 καὶ καθ᾽ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν μετὰ δὲ τοῦτο κρίσις |
9:27 And as it is appointed unto men once to die, but after this the judgment: |
9:28 οὕτως ὁ χριστός ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν |
9:28 So Christ was once offered to bear the sins of many; and unto them that look for him shall he appear the second time without sin unto salvation. |
If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the
Website Links page.
Please copy and paste this URL into Facebook and Twitter to all your friends who would benefit from this Textus Receptus King James version online bible.