Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT 1 Thessalonians Chapter 5

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 ||

1 Thessalonians Chapter 5

1 Thessalonians 5:1 περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν ἀδελφοί οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι
5:2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται
5:3 ὅταν γὰρ λέγωσιν εἰρήνη καὶ ἀσφάλεια τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ καὶ οὐ μὴ ἐκφύγωσιν
5:4 ὑμεῖς δέ ἀδελφοί οὐκ ἐστὲ ἐν σκότει ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ
5:5 πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους
5:6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν
5:7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν
5:8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας
5:9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλ᾽ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ
1 Thessalonians 5:10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν
5:11 διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα καθὼς καὶ ποιεῖτε
5:12 ἐρωτῶμεν δὲ ὑμᾶς ἀδελφοί εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς
5:13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν εἰρηνεύετε ἐν ἑαυτοῖς
5:14 παρακαλοῦμεν δὲ ὑμᾶς ἀδελφοί νουθετεῖτε τοὺς ἀτάκτους παραμυθεῖσθε τοὺς ὀλιγοψύχους ἀντέχεσθε τῶν ἀσθενῶν μακροθυμεῖτε πρὸς πάντας
5:15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας
5:16 πάντοτε χαίρετε
5:17 ἀδιαλείπτως προσεύχεσθε
5:18 ἐν παντὶ εὐχαριστεῖτε τοῦτο γὰρ θέλημα θεοῦ ἐν χριστῷ ἰησοῦ εἰς ὑμᾶς
5:19 τὸ πνεῦμα μὴ σβέννυτε
1 Thessalonians 5:20 προφητείας μὴ ἐξουθενεῖτε
5:21 πάντα δοκιμάζετε τὸ καλὸν κατέχετε
5:22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε
5:23 αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τηρηθείη
5:24 πιστὸς ὁ καλῶν ὑμᾶς ὃς καὶ ποιήσει
5:25 ἀδελφοί προσεύχεσθε περὶ ἡμῶν
5:26 ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ
5:27 ὀρκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἁγίοις ἀδελφοῖς
5:28 ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μεθ᾽ ὑμῶν ἀμήν πρός φεσσαλονικείς πρώτη ἐγράφη ἀπό ἀθηνῶν

|| 1 || 2 || 3 || 4 || 5 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index