Go to Chapter Index or Scriptures
GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT 2 Corinthians Chapter 1
This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament.
This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index ||
Textus Receptus Index ||
Search this website ||
Bible Studies Index ||
Greek Word Studies Index
SELECT A CHAPTER
|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 ||
2 Corinthians Chapter 1
2 Corinthians 1:1 παῦλος ἀπόστολος ἰησοῦ χριστοῦ διὰ θελήματος θεοῦ καὶ τιμόθεος ὁ ἀδελφός τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ ἀχαΐᾳ
1:2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ἰησοῦ χριστοῦ
1:3 εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως
1:4 ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἡς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ
1:5 ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ χριστοῦ εἰς ἡμᾶς οὕτως διὰ χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν
1:6 εἴτε δὲ θλιβόμεθα ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν εἴτε παρακαλούμεθα ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, καὶ ἥ ἐλπίς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν
1:7 εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων οὕτως καὶ τῆς παρακλήσεως
1:8 οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν ἀδελφοί ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ ἀσίᾳ ὅτι καθ᾽ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν
1:9 ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾽ ἑαυτοῖς ἀλλ᾽ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς
2 Corinthians 1:10 ὃς ἐκ τηλικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται
1:11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν
1:12 ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ θεοῦ οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ᾽ ἐν χάριτι θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ περισσοτέρως δὲ πρὸς ὑμᾶς
1:13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ᾽ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε
1:14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἰησοῦ
1:15 καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον ἵνα δευτέραν χάριν ἔχῆτε
1:16 καὶ δι᾽ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι εἰς τὴν ἰουδαίαν
1:17 τοῦτο οὖν βουλευόμενος μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι ἵνα ᾖ παρ᾽ ἐμοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ
1:18 πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ
1:19 ὁ γὰρ τοῦ θεοῦ υἱὸς ἰησοῦς χριστὸς ὁ ἐν ὑμῖν δι᾽ ἡμῶν κηρυχθείς δι᾽ ἐμοῦ καὶ σιλουανοῦ καὶ τιμοθέου οὐκ ἐγένετο ναὶ καὶ οὔ ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν
2 Corinthians 1:20 ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ ἐν αὐτῷ τὸ ναί καὶ ἐν αὐτῷ τὸ ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι᾽ ἡμῶν
1:21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς χριστὸν καὶ χρίσας ἡμᾶς θεός
1:22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν
1:23 ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς κόρινθον
1:24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν τῇ γὰρ πίστει ἑστήκατε
|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 ||
See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.
If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the
Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.
Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index