Go to Chapter Index or Scriptures

ONLINE TEXTUS RECEPTUS and KING JAMES BIBLE John 4

This bible is an excellent bible study tool. An online Greek Textus Receptus and the English King James version of the New Testament with each verse side by side.
Home Page || Textus Receptus KJV Index || Search this website || Bible Studies Index || Greek Word Studies Index || Bible Study Tools and Bibles

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 ||

John Chapter 4

Greek Textus ReceptusEnglish King James
John 4:1 ὡς οὖν ἔγνω ὁ κύριος ὅτι ἤκουσαν οἱ φαρισαῖοι ὅτι ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ ἰωάννης John 4:1 When therefore the Lord knew how the Pharisees had heard that Jesus made and baptized more disciples than John,
4:2 καίτοιγε ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ 4:2 (Though Jesus himself baptized not, but his disciples,)
4:3 ἀφῆκεν τὴν ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν γαλιλαίαν 4:3 He left Judaea, and departed again into Galilee.
4:4 ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς σαμαρείας 4:4 And he must needs go through Samaria.
4:5 ἔρχεται οὖν εἰς πόλιν τῆς σαμαρείας λεγομένην συχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν ἰακὼβ ἰωσὴφ τῷ υἱῷ αὐτοῦ 4:5 Then cometh he to a city of Samaria, which is called Sychar, near to the parcel of ground that Jacob gave to his son Joseph.
4:6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ ἰακώβ ὁ οὖν ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ ὥρα ἦν ὡσεὶ ἕκτη 4:6 Now Jacob's well was there. Jesus therefore, being wearied with his journey, sat thus on the well: and it was about the sixth hour.
4:7 ἔρχεται γυνὴ ἐκ τῆς σαμαρείας ἀντλῆσαι ὕδωρ λέγει αὐτῇ ὁ ἰησοῦς δός μοι πιεῖν 4:7 There cometh a woman of Samaria to draw water: Jesus saith unto her, Give me to drink.
4:8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσιν 4:8 (For his disciples were gone away unto the city to buy meat.)
4:9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ σαμαρεῖτις, πῶς σὺ ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πιεῖν αἰτεῖς οὔσης γυναικὸς σαμαρείτιδος οὐ γὰρ συγχρῶνται ἰουδαῖοι σαμαρείταις 4:9 Then saith the woman of Samaria unto him, How is it that thou, being a Jew, askest drink of me, which am a woman of Samaria? for the Jews have no dealings with the Samaritans.
John 4:10 ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῇ εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν John 4:10 Jesus answered and said unto her, If thou knewest the gift of God, and who it is that saith to thee, Give me to drink; thou wouldest have asked of him, and he would have given thee living water.
4:11 λέγει αὐτῷ ἡ γυνή κύριε οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν 4:11 The woman saith unto him, Sir, thou hast nothing to draw with, and the well is deep: from whence then hast thou that living water?
4:12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ἰακώβ ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ 4:12 Art thou greater than our father Jacob, which gave us the well, and drank thereof himself, and his children, and his cattle?
4:13 ἀπεκρίθη ὁ ἰησοῦς καὶ εἶπεν αὐτῇ πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν 4:13 Jesus answered and said unto her, Whosoever drinketh of this water shall thirst again:
4:14 ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον 4:14 But whosoever drinketh of the water that I shall give him shall never thirst; but the water that I shall give him shall be in him a well of water springing up into everlasting life.
4:15 λέγει πρὸς αὐτὸν ἡ γυνή κύριε δός μοι τοῦτο τὸ ὕδωρ ἵνα μὴ διψῶ μηδὲ έρχωμαι ἐνθάδε ἀντλεῖν 4:15 The woman saith unto him, Sir, give me this water, that I thirst not, neither come hither to draw.
4:16 λέγει αὐτῇ ὁ ἰησοῦς, ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε 4:16 Jesus saith unto her, Go, call thy husband, and come hither.
4:17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν οὐκ ἔχω ἄνδρα λέγει αὐτῇ ὁ ἰησοῦς καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω 4:17 The woman answered and said, I have no husband. Jesus said unto her, Thou hast well said, I have no husband:
4:18 πέντε γὰρ ἄνδρας ἔσχες καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ τοῦτο ἀληθὲς εἴρηκας 4:18 For thou hast had five husbands; and he whom thou now hast is not thy husband: in that saidst thou truly.
4:19 λέγει αὐτῷ ἡ γυνή κύριε θεωρῶ ὅτι προφήτης εἶ σύ 4:19 The woman saith unto him, Sir, I perceive that thou art a prophet.
John 4:20 οἱ πατέρες ἡμῶν ἐν τούτῳ τῷ ὄρει προσεκύνησαν καὶ ὑμεῖς λέγετε ὅτι ἐν ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν John 4:20 Our fathers worshipped in this mountain; and ye say, that in Jerusalem is the place where men ought to worship.
4:21 λέγει αὐτῇ ὁ ἰησοῦς γύναι πίστευσον μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί 4:21 Jesus saith unto her, Woman, believe me, the hour cometh, when ye shall neither in this mountain, nor yet at Jerusalem, worship the Father.
4:22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν ὅτι ἡ σωτηρία ἐκ τῶν ἰουδαίων ἐστίν 4:22 Ye worship ye know not what: we know what we worship: for salvation is of the Jews.
4:23 ἀλλ᾽ ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν 4:23 But the hour cometh, and now is, when the true worshippers shall worship the Father in spirit and in truth: for the Father seeketh such to worship him.
4:24 πνεῦμα ὁ θεός καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν 4:24 God is a Spirit: and they that worship him must worship him in spirit and in truth.
4:25 λέγει αὐτῷ ἡ γυνή οἶδα ὅτι μεσσίας ἔρχεται ὁ λεγόμενος χριστός ὅταν ἔλθῃ ἐκεῖνος ἀναγγελεῖ ἡμῖν πάντα 4:25 The woman saith unto him, I know that Messias cometh, which is called Christ: when he is come, he will tell us all things.
4:26 λέγει αὐτῇ ὁ ἰησοῦς ἐγώ εἰμι ὁ λαλῶν σοι 4:26 Jesus saith unto her, I that speak unto thee am he.
4:27 καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει οὐδεὶς μέντοι εἶπεν τί ζητεῖς ἤ τί λαλεῖς μετ᾽ αὐτῆς 4:27 And upon this came his disciples, and marvelled that he talked with the woman: yet no man said, What seekest thou? or, Why talkest thou with her?
4:28 ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις 4:28 The woman then left her waterpot, and went her way into the city, and saith to the men,
4:29 δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα μήτι οὗτός ἐστιν ὁ χριστός 4:29 Come, see a man, which told me all things that ever I did: is not this the Christ?
John 4:30 ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν John 4:30 Then they went out of the city, and came unto him.
4:31 ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες ῥαββί φάγε 4:31 In the mean while his disciples prayed him, saying, Master, eat.
4:32 ὁ δὲ εἶπεν αὐτοῖς ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε 4:32 But he said unto them, I have meat to eat that ye know not of.
4:33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους μή τις ἤνεγκεν αὐτῷ φαγεῖν 4:33 Therefore said the disciples one to another, Hath any man brought him ought to eat?
4:34 λέγει αὐτοῖς ὁ ἰησοῦς ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον 4:34 Jesus saith unto them, My meat is to do the will of him that sent me, and to finish his work.
4:35 οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνόν ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται ἰδού, λέγω ὑμῖν ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν ἤδη 4:35 Say not ye, There are yet four months, and then cometh harvest? behold, I say unto you, Lift up your eyes, and look on the fields; for they are white already to harvest.
4:36 καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων 4:36 And he that reapeth receiveth wages, and gathereth fruit unto life eternal: that both he that soweth and he that reapeth may rejoice together.
4:37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων 4:37 And herein is that saying true, One soweth, and another reapeth.
4:38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε 4:38 I sent you to reap that whereon ye bestowed no labour: other men laboured, and ye are entered into their labours.
4:39 ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν σαμαρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέν μοι πάντα ὅσα ἐποίησα 4:39 And many of the Samaritans of that city believed on him for the saying of the woman, which testified, He told me all that ever I did.
John 4:40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας John 4:40 So when the Samaritans were come unto him, they besought him that he would tarry with them: and he abode there two days.
4:41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ 4:41 And many more believed because of his own word;
4:42 τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ χριστός 4:42 And said unto the woman, Now we believe, not because of thy saying: for we have heard him ourselves, and know that this is indeed the Christ, the Saviour of the world.
4:43 μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν καὶ ἀπῆλθεν εἰς τὴν γαλιλαίαν 4:43 Now after two days he departed thence, and went into Galilee.
4:44 αὐτὸς γὰρ ὁ ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει 4:44 For Jesus himself testified, that a prophet hath no honour in his own country.
4:45 ὅτε οὖν ἦλθεν εἰς τὴν γαλιλαίαν ἐδέξαντο αὐτὸν οἱ γαλιλαῖοι πάντα ἑωρακότες ἃ ἐποίησεν ἐν ἱεροσολύμοις ἐν τῇ ἑορτῇ καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν 4:45 Then when he was come into Galilee, the Galilaeans received him, having seen all the things that he did at Jerusalem at the feast: for they also went unto the feast.
4:46 ἦλθεν οὖν ὁ ἰησοῦς πάλιν εἰς τὴν κανὰ τῆς γαλιλαίας ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν καπερναούμ 4:46 So Jesus came again into Cana of Galilee, where he made the water wine. And there was a certain nobleman, whose son was sick at Capernaum.
4:47 οὗτος ἀκούσας ὅτι ἰησοῦς ἥκει ἐκ τῆς ἰουδαίας εἰς τὴν γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν, ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν ἤμελλεν γὰρ ἀποθνῄσκειν 4:47 When he heard that Jesus was come out of Judaea into Galilee, he went unto him, and besought him that he would come down, and heal his son: for he was at the point of death.
4:48 εἶπεν οὖν ὁ ἰησοῦς πρὸς αὐτόν ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε οὐ μὴ πιστεύσητε 4:48 Then said Jesus unto him, Except ye see signs and wonders, ye will not believe.
4:49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός κύριε κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου 4:49 The nobleman saith unto him, Sir, come down ere my child die.
John 4:50 λέγει αὐτῷ ὁ ἰησοῦς πορεύου ὁ υἱός σου ζῇ καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ᾦ εἶπεν αὐτῷ ἰησοῦς καὶ ἐπορεύετο John 4:50 Jesus saith unto him, Go thy way; thy son liveth. And the man believed the word that Jesus had spoken unto him, and he went his way.
4:51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς σου ζῇ 4:51 And as he was now going down, his servants met him, and told him, saying, Thy son liveth.
4:52 ἐπύθετο οὖν παρ᾽ αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχεν καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός 4:52 Then enquired he of them the hour when he began to amend. And they said unto him, Yesterday at the seventh hour the fever left him.
4:53 ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ ἰησοῦς ὅτι ὁ υἱός σου ζῇ καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη 4:53 So the father knew that it was at the same hour, in the which Jesus said unto him, Thy son liveth: and himself believed, and his whole house.
4:54 τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ ἰησοῦς ἐλθὼν ἐκ τῆς ἰουδαίας εἰς τὴν γαλιλαίαν 4:54 This is again the second miracle that Jesus did, when he was come out of Judaea into Galilee.

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 ||

Top

See this bible with Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please copy and paste this URL into Facebook and Twitter to all your friends who would benefit from this Textus Receptus King James version online bible.

Home Page || Textus Receptus KJV Index || Greek Word Studies Index || Bible Studies Index || Bible Study Tools and Bibles