Go to Chapter Index or Scriptures

ONLINE TEXTUS RECEPTUS and KING JAMES BIBLE John 6

This bible is an excellent bible study tool. An online Greek Textus Receptus and the English King James version of the New Testament with each verse side by side.
Home Page || Textus Receptus KJV Index || Search this website || Bible Studies Index || Greek Word Studies Index || Bible Study Tools and Bibles

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 ||

John Chapter 6

Greek Textus ReceptusEnglish King James
John 6:1 μετὰ ταῦτα ἀπῆλθεν ὁ ἰησοῦς πέραν τῆς θαλάσσης τῆς γαλιλαίας τῆς τιβεριάδος John 6:1 After these things Jesus went over the sea of Galilee, which is the sea of Tiberias.
6:2 καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς ὅτι ἑώρων αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων 6:2 And a great multitude followed him, because they saw his miracles which he did on them that were diseased.
6:3 ἀνῆλθεν δὲ εἰς τὸ ὄρος ὁ ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ 6:3 And Jesus went up into a mountain, and there he sat with his disciples.
6:4 ἦν δὲ ἐγγὺς τὸ πάσχα ἡ ἑορτὴ τῶν ἰουδαίων 6:4 And the passover, a feast of the Jews, was nigh.
6:5 ἐπάρας οὖν ὁ ἰησοῦς τοὺς ὀφθαλμοὺς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς τὸν φίλιππον πόθεν ἀγοράσομεν ἄρτους ἵνα φάγωσιν οὗτοι 6:5 When Jesus then lifted up his eyes, and saw a great company come unto him, he saith unto Philip, Whence shall we buy bread, that these may eat?
6:6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν 6:6 And this he said to prove him: for he himself knew what he would do.
6:7 ἀπεκρίθη αὐτῷ φίλιππος διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ 6:7 Philip answered him, Two hundred pennyworth of bread is not sufficient for them, that every one of them may take a little.
6:8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἀνδρέας ὁ ἀδελφὸς σίμωνος πέτρου 6:8 One of his disciples, Andrew, Simon Peter's brother, saith unto him,
6:9 ἔστιν παιδάριον ἓν ὧδε ὃ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους 6:9 There is a lad here, which hath five barley loaves, and two small fishes: but what are they among so many?
John 6:10 εἶπεν δὲ ὁ ἰησοῦς ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι John 6:10 And Jesus said, Make the men sit down. Now there was much grass in the place. So the men sat down, in number about five thousand.
6:11 ἔλαβεν δὲ τοὺς ἄρτους ὁ ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς μαθηταῖς, οἱ δέ μαθηταὶ τοῖς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον 6:11 And Jesus took the loaves; and when he had given thanks, he distributed to the disciples, and the disciples to them that were set down; and likewise of the fishes as much as they would.
6:12 ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ συναγάγετε τὰ περισσεύσαντα κλάσματα ἵνα μή τι ἀπόληται 6:12 When they were filled, he said unto his disciples, Gather up the fragments that remain, that nothing be lost.
6:13 συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσεν τοῖς βεβρωκόσιν 6:13 Therefore they gathered them together, and filled twelve baskets with the fragments of the five barley loaves, which remained over and above unto them that had eaten.
6:14 οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ὁ ἰησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὃ ἐρχόμενος εἰς τὸν κόσμον 6:14 Then those men, when they had seen the miracle that Jesus did, said, This is of a truth that prophet that should come into the world.
6:15 ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν αὐτὸν, βασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος 6:15 When Jesus therefore perceived that they would come and take him by force, to make him a king, he departed again into a mountain himself alone.
6:16 ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν 6:16 And when even was now come, his disciples went down unto the sea,
6:17 καὶ ἐμβάντες εἰς τὸ πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς καπερναούμ καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ ἰησοῦς 6:17 And entered into a ship, and went over the sea toward Capernaum. And it was now dark, and Jesus was not come to them.
6:18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο 6:18 And the sea arose by reason of a great wind that blew.
6:19 ἐληλακότες οὖν ὡς σταδίους εἰκοσιπέντε ἢ τριάκοντα θεωροῦσιν τὸν ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον καὶ ἐφοβήθησαν 6:19 So when they had rowed about five and twenty or thirty furlongs, they see Jesus walking on the sea, and drawing nigh unto the ship: and they were afraid.
John 6:20 ὁ δὲ λέγει αὐτοῖς ἐγώ εἰμι μὴ φοβεῖσθε John 6:20 But he saith unto them, It is I; be not afraid.
6:21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον 6:21 Then they willingly received him into the ship: and immediately the ship was at the land whither they went.
6:22 τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν ἐκεῖνο εἰς ὁ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ ἰησοῦς εἰς τὸ πλοιάριον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ, ἀπῆλθον 6:22 The day following, when the people which stood on the other side of the sea saw that there was none other boat there, save that one whereinto his disciples were entered, and that Jesus went not with his disciples into the boat, but that his disciples were gone away alone;
6:23 ἄλλα δὲ ἦλθεν πλοιάρια ἐκ τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου 6:23 (Howbeit there came other boats from Tiberias nigh unto the place where they did eat bread, after that the Lord had given thanks:)
6:24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ ἐνέβησαν καὶ αὐτοὶ εἰς τὰ πλοῖα, καὶ ἦλθον εἰς καπερναούμ ζητοῦντες τὸν ἰησοῦν 6:24 When the people therefore saw that Jesus was not there, neither his disciples, they also took shipping, and came to Capernaum, seeking for Jesus.
6:25 καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ ῥαββί πότε ὧδε γέγονας 6:25 And when they had found him on the other side of the sea, they said unto him, Rabbi, when camest thou hither?
6:26 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς καὶ εἶπεν ἀμὴν ἀμὴν λέγω ὑμῖν ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε 6:26 Jesus answered them and said, Verily, verily, I say unto you, Ye seek me, not because ye saw the miracles, but because ye did eat of the loaves, and were filled.
6:27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός 6:27 Labour not for the meat which perisheth, but for that meat which endureth unto everlasting life, which the Son of man shall give unto you: for him hath God the Father sealed.
6:28 εἶπον οὖν πρὸς αὐτόν τί ποιοῦμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ 6:28 Then said they unto him, What shall we do, that we might work the works of God?
6:29 ἀπεκρίθη ὁ ἰησοῦς καὶ εἶπεν αὐτοῖς τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος 6:29 Jesus answered and said unto them, This is the work of God, that ye believe on him whom he hath sent.
John 6:30 εἶπον οὖν αὐτῷ τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι τί ἐργάζῃ John 6:30 They said therefore unto him, What sign shewest thou then, that we may see, and believe thee? what dost thou work?
6:31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ καθώς ἐστιν γεγραμμένον ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν 6:31 Our fathers did eat manna in the desert; as it is written, He gave them bread from heaven to eat.
6:32 εἶπεν οὖν αὐτοῖς ὁ ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐ μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν 6:32 Then Jesus said unto them, Verily, verily, I say unto you, Moses gave you not that bread from heaven; but my Father giveth you the true bread from heaven.
6:33 ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ 6:33 For the bread of God is he which cometh down from heaven, and giveth life unto the world.
6:34 εἶπον οὖν πρὸς αὐτόν κύριε πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον 6:34 Then said they unto him, Lord, evermore give us this bread.
6:35 εἶπεν δὲ αὐτοῖς ὁ ἰησοῦς ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς ὁ ἐρχόμενος πρός μὲ, οὐ μὴ πεινάσῃ καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε 6:35 And Jesus said unto them, I am the bread of life: he that cometh to me shall never hunger; and he that believeth on me shall never thirst.
6:36 ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε 6:36 But I said unto you, That ye also have seen me, and believe not.
6:37 πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει καὶ τὸν ἐρχόμενον πρὸς με οὐ μὴ ἐκβάλω ἔξω 6:37 All that the Father giveth me shall come to me; and him that cometh to me I will in no wise cast out.
6:38 ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με 6:38 For I came down from heaven, not to do mine own will, but the will of him that sent me.
6:39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με πατρός, ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ 6:39 And this is the Father's will which hath sent me, that of all which he hath given me I should lose nothing, but should raise it up again at the last day.
John 6:40 τοῦτο δὲ ἐστιν τὸ θέλημα τοῦ πέμψαντος με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ John 6:40 And this is the will of him that sent me, that every one which seeth the Son, and believeth on him, may have everlasting life: and I will raise him up at the last day.
6:41 ἐγόγγυζον οὖν οἱ ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ 6:41 The Jews then murmured at him, because he said, I am the bread which came down from heaven.
6:42 καὶ ἔλεγον οὐχ οὗτός ἐστιν ἰησοῦς ὁ υἱὸς ἰωσήφ οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα πῶς οὖν λέγει οὗτός ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα 6:42 And they said, Is not this Jesus, the son of Joseph, whose father and mother we know? how is it then that he saith, I came down from heaven?
6:43 ἀπεκρίθη οὖν ὁ ἰησοῦς καὶ εἶπεν αὐτοῖς μὴ γογγύζετε μετ᾽ ἀλλήλων 6:43 Jesus therefore answered and said unto them, Murmur not among yourselves.
6:44 οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ 6:44 No man can come to me, except the Father which hath sent me draw him: and I will raise him up at the last day.
6:45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις καὶ ἔσονται πάντες διδακτοὶ τοῦ θεοῦ πᾶς οὖν ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς με 6:45 It is written in the prophets, And they shall be all taught of God. Every man therefore that hath heard, and hath learned of the Father, cometh unto me.
6:46 οὐχ ὅτι τὸν πατέρα τις ἑώρακέν εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ οὗτος ἑώρακεν τὸν πατέρα 6:46 Not that any man hath seen the Father, save he which is of God, he hath seen the Father.
6:47 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον 6:47 Verily, verily, I say unto you, He that believeth on me hath everlasting life.
6:48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς 6:48 I am that bread of life.
6:49 οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον 6:49 Your fathers did eat manna in the wilderness, and are dead.
John 6:50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ John 6:50 This is the bread which cometh down from heaven, that a man may eat thereof, and not die.
6:51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσεται εἰς τὸν αἰῶνα καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ἣν ἐγώ δώσω, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς 6:51 I am the living bread which came down from heaven: if any man eat of this bread, he shall live for ever: and the bread that I will give is my flesh, which I will give for the life of the world.
6:52 ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ ἰουδαῖοι λέγοντες πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν 6:52 The Jews therefore strove among themselves, saying, How can this man give us his flesh to eat?
6:53 εἶπεν οὖν αὐτοῖς ὁ ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς 6:53 Then Jesus said unto them, Verily, verily, I say unto you, Except ye eat the flesh of the Son of man, and drink his blood, ye have no life in you.
6:54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ 6:54 Whoso eateth my flesh, and drinketh my blood, hath eternal life; and I will raise him up at the last day.
6:55 ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστιν βρῶσις καὶ τὸ αἷμά μου ἀληθῶς ἐστιν πόσις 6:55 For my flesh is meat indeed, and my blood is drink indeed.
6:56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ 6:56 He that eateth my flesh, and drinketh my blood, dwelleth in me, and I in him.
6:57 καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι᾽ ἐμέ 6:57 As the living Father hath sent me, and I live by the Father: so he that eateth me, even he shall live by me.
6:58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα, καὶ ἀπέθανον ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα 6:58 This is that bread which came down from heaven: not as your fathers did eat manna, and are dead: he that eateth of this bread shall live for ever.
6:59 ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν καπερναούμ 6:59 These things said he in the synagogue, as he taught in Capernaum.
John 6:60 πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον, σκληρός ἐστιν οὗτος ὁ λόγος τίς δύναται αὐτοῦ ἀκούειν John 6:60 Many therefore of his disciples, when they had heard this, said, This is an hard saying; who can hear it?
6:61 εἰδὼς δὲ ὁ ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς τοῦτο ὑμᾶς σκανδαλίζει 6:61 When Jesus knew in himself that his disciples murmured at it, he said unto them, Doth this offend you?
6:62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον 6:62 What and if ye shall see the Son of man ascend up where he was before?
6:63 τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν 6:63 It is the spirit that quickeneth; the flesh profiteth nothing: the words that I speak unto you, they are spirit, and they are life.
6:64 ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν 6:64 But there are some of you that believe not. For Jesus knew from the beginning who they were that believed not, and who should betray him.
6:65 καὶ ἔλεγεν διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός μου 6:65 And he said, Therefore said I unto you, that no man can come unto me, except it were given unto him of my Father.
6:66 ἐκ τούτου πολλοὶ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν 6:66 From that time many of his disciples went back, and walked no more with him.
6:67 εἶπεν οὖν ὁ ἰησοῦς τοῖς δώδεκα μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν 6:67 Then said Jesus unto the twelve, Will ye also go away?
6:68 ἀπεκρίθη οὖν αὐτῷ σίμων πέτρος κύριε πρὸς τίνα ἀπελευσόμεθα ῥήματα ζωῆς αἰωνίου ἔχεις 6:68 Then Simon Peter answered him, Lord, to whom shall we go? thou hast the words of eternal life.
6:69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος 6:69 And we believe and are sure that thou art that Christ, the Son of the living God.
John 6:70 ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν John 6:70 Jesus answered them, Have not I chosen you twelve, and one of you is a devil?
6:71 ἔλεγεν δὲ τὸν ἰούδαν σίμωνος ἰσκαριώτην οὗτος γὰρ ἤμελλεν αὐτόν παραδιδόναι εἷς ὢν ἐκ τῶν δώδεκα 6:71 He spake of Judas Iscariot the son of Simon: for he it was that should betray him, being one of the twelve.

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 ||

Top

See this bible with Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please copy and paste this URL into Facebook and Twitter to all your friends who would benefit from this Textus Receptus King James version online bible.

Home Page || Textus Receptus KJV Index || Greek Word Studies Index || Bible Studies Index || Bible Study Tools and Bibles