Go to Chapter Index or Scriptures

ONLINE TEXTUS RECEPTUS and KING JAMES BIBLE John 11

This bible is an excellent bible study tool. An online Greek Textus Receptus and the English King James version of the New Testament with each verse side by side.
Home Page || Textus Receptus KJV Index || Search this website || Bible Studies Index || Greek Word Studies Index || Bible Study Tools and Bibles

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 ||

John Chapter 11

Greek Textus ReceptusEnglish King James
John 11:1 ἦν δέ τις ἀσθενῶν λάζαρος ἀπὸ βηθανίας ἐκ τῆς κώμης μαρίας καὶ μάρθας τῆς ἀδελφῆς αὐτῆς John 11:1 Now a certain man was sick, named Lazarus, of Bethany, the town of Mary and her sister Martha.
11:2 ἦν δὲ μαρία ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς ἡς ὁ ἀδελφὸς λάζαρος ἠσθένει 11:2 (It was that Mary which anointed the Lord with ointment, and wiped his feet with her hair, whose brother Lazarus was sick.)
11:3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι κύριε ἴδε ὃν φιλεῖς ἀσθενεῖ 11:3 Therefore his sisters sent unto him, saying, Lord, behold, he whom thou lovest is sick.
11:4 ἀκούσας δὲ ὁ ἰησοῦς εἶπεν αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι᾽ αὐτῆς 11:4 When Jesus heard that, he said, This sickness is not unto death, but for the glory of God, that the Son of God might be glorified thereby.
11:5 ἠγάπα δὲ ὁ ἰησοῦς τὴν μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν λάζαρον 11:5 Now Jesus loved Martha, and her sister, and Lazarus.
11:6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας 11:6 When he had heard therefore that he was sick, he abode two days still in the same place where he was.
11:7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς ἄγωμεν εἰς τὴν ἰουδαίαν πάλιν 11:7 Then after that saith he to his disciples, Let us go into Judaea again.
11:8 λέγουσιν αὐτῷ οἱ μαθηταί ῥαββί νῦν ἐζήτουν σε λιθάσαι οἱ ἰουδαῖοι καὶ πάλιν ὑπάγεις ἐκεῖ 11:8 His disciples say unto him, Master, the Jews of late sought to stone thee; and goest thou thither again?
11:9 ἀπεκρίθη ὁ ἰησοῦς οὐχὶ δώδεκα εἰσιν ὧραί τῆς ἡμέρας ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει 11:9 Jesus answered, Are there not twelve hours in the day? If any man walk in the day, he stumbleth not, because he seeth the light of this world.
John 11:10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί προσκόπτει ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ John 11:10 But if a man walk in the night, he stumbleth, because there is no light in him.
11:11 ταῦτα εἶπεν καὶ μετὰ τοῦτο λέγει αὐτοῖς λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν 11:11 These things said he: and after that he saith unto them, Our friend Lazarus sleepeth; but I go, that I may awake him out of sleep.
11:12 εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ, κύριε εἰ κεκοίμηται σωθήσεται 11:12 Then said his disciples, Lord, if he sleep, he shall do well.
11:13 εἰρήκει δὲ ὁ ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει 11:13 Howbeit Jesus spake of his death: but they thought that he had spoken of taking of rest in sleep.
11:14 τότε οὖν εἶπεν αὐτοῖς ὁ ἰησοῦς παῤῥησίᾳ λάζαρος ἀπέθανεν 11:14 Then said Jesus unto them plainly, Lazarus is dead.
11:15 καὶ χαίρω δι᾽ ὑμᾶς ἵνα πιστεύσητε ὅτι οὐκ ἤμην ἐκεῖ ἀλλ᾽ ἄγωμεν πρὸς αὐτόν 11:15 And I am glad for your sakes that I was not there, to the intent ye may believe; nevertheless let us go unto him.
11:16 εἶπεν οὖν θωμᾶς ὁ λεγόμενος δίδυμος τοῖς συμμαθηταῖς ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ 11:16 Then said Thomas, which is called Didymus, unto his fellowdisciples, Let us also go, that we may die with him.
11:17 ἐλθὼν οὖν ὁ ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ 11:17 Then when Jesus came, he found that he had lain in the grave four days already.
11:18 ἦν δὲ ἡ βηθανία ἐγγὺς τῶν ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε 11:18 Now Bethany was nigh unto Jerusalem, about fifteen furlongs off:
11:19 καὶ πολλοὶ ἐκ τῶν ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ μάρθαν καὶ μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν 11:19 And many of the Jews came to Martha and Mary, to comfort them concerning their brother.
John 11:20 ἡ οὖν μάρθα ὡς ἤκουσεν ὅτι ὁ ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο John 11:20 Then Martha, as soon as she heard that Jesus was coming, went and met him: but Mary sat still in the house.
11:21 εἶπεν οὖν ἡ μάρθα πρὸς τὸν ἰησοῦν κύριε εἰ ἦς ὧδε ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει 11:21 Then said Martha unto Jesus, Lord, if thou hadst been here, my brother had not died.
11:22 ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός 11:22 But I know, that even now, whatsoever thou wilt ask of God, God will give it thee.
11:23 λέγει αὐτῇ ὁ ἰησοῦς ἀναστήσεται ὁ ἀδελφός σου 11:23 Jesus saith unto her, Thy brother shall rise again.
11:24 λέγει αὐτῷ μάρθα οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ 11:24 Martha saith unto him, I know that he shall rise again in the resurrection at the last day.
11:25 εἶπεν αὐτῇ ὁ ἰησοῦς ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται 11:25 Jesus said unto her, I am the resurrection, and the life: he that believeth in me, though he were dead, yet shall he live:
11:26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα πιστεύεις τοῦτο 11:26 And whosoever liveth and believeth in me shall never die. Believest thou this?
11:27 λέγει αὐτῷ ναί κύριε ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος 11:27 She saith unto him, Yea, Lord: I believe that thou art the Christ, the Son of God, which should come into the world.
11:28 καὶ ταῦτά εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε 11:28 And when she had so said, she went her way, and called Mary her sister secretly, saying, The Master is come, and calleth for thee.
11:29 ἐκείνη ὡς ἤκουσεν ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν 11:29 As soon as she heard that, she arose quickly, and came unto him.
John 11:30 οὔπω δὲ ἐληλύθει ὁ ἰησοῦς εἰς τὴν κώμην ἀλλ᾽ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ μάρθα John 11:30 Now Jesus was not yet come into the town, but was in that place where Martha met him.
11:31 οἱ οὖν ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν ἰδόντες τὴν μαρίαν, ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν ἠκολούθησαν αὐτῇ λέγοντες, ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ 11:31 The Jews then which were with her in the house, and comforted her, when they saw Mary, that she rose up hastily and went out, followed her, saying, She goeth unto the grave to weep there.
11:32 ἡ οὖν μαρία, ὡς ἦλθεν ὅπου ἦν ὁ ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγουσα αὐτῷ κύριε εἰ ἦς ὧδε οὐκ ἄν ἀπέθανεν μου ὁ ἀδελφός 11:32 Then when Mary was come where Jesus was, and saw him, she fell down at his feet, saying unto him, Lord, if thou hadst been here, my brother had not died.
11:33 ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν 11:33 When Jesus therefore saw her weeping, and the Jews also weeping which came with her, he groaned in the spirit, and was troubled,
11:34 καὶ εἶπεν ποῦ τεθείκατε αὐτόν λέγουσιν αὐτῷ κύριε ἔρχου καὶ ἴδε 11:34 And said, Where have ye laid him? They said unto him, Lord, come and see.
11:35 ἐδάκρυσεν ὁ ἰησοῦς 11:35 Jesus wept.
11:36 ἔλεγον οὖν οἱ ἰουδαῖοι ἴδε πῶς ἐφίλει αὐτόν 11:36 Then said the Jews, Behold how he loved him!
11:37 τινὲς δὲ ἐξ αὐτῶν εἶπον, οὐκ ἠδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ 11:37 And some of them said, Could not this man, which opened the eyes of the blind, have caused that even this man should not have died?
11:38 ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον ἦν δὲ σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ 11:38 Jesus therefore again groaning in himself cometh to the grave. It was a cave, and a stone lay upon it.
11:39 λέγει ὁ ἰησοῦς ἄρατε τὸν λίθον λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος μάρθα κύριε ἤδη ὄζει τεταρταῖος γάρ ἐστιν 11:39 Jesus said, Take ye away the stone. Martha, the sister of him that was dead, saith unto him, Lord, by this time he stinketh: for he hath been dead four days.
John 11:40 λέγει αὐτῇ ὁ ἰησοῦς οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψει τὴν δόξαν τοῦ θεοῦ John 11:40 Jesus saith unto her, Said I not unto thee, that, if thou wouldest believe, thou shouldest see the glory of God?
11:41 ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κειμένος ὁ δὲ ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου 11:41 Then they took away the stone from the place where the dead was laid. And Jesus lifted up his eyes, and said, Father, I thank thee that thou hast heard me.
11:42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας 11:42 And I knew that thou hearest me always: but because of the people which stand by I said it, that they may believe that thou hast sent me.
11:43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν λάζαρε δεῦρο ἔξω 11:43 And when he thus had spoken, he cried with a loud voice, Lazarus, come forth.
11:44 καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο λέγει αὐτοῖς ὁ ἰησοῦς λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν 11:44 And he that was dead came forth, bound hand and foot with graveclothes: and his face was bound about with a napkin. Jesus saith unto them, Loose him, and let him go.
11:45 πολλοὶ οὖν ἐκ τῶν ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν 11:45 Then many of the Jews which came to Mary, and had seen the things which Jesus did, believed on him.
11:46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ ἰησοῦς 11:46 But some of them went their ways to the Pharisees, and told them what things Jesus had done.
11:47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι συνέδριον καὶ ἔλεγον τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ 11:47 Then gathered the chief priests and the Pharisees a council, and said, What do we? for this man doeth many miracles.
11:48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως πάντες πιστεύσουσιν εἰς αὐτόν καὶ ἐλεύσονται οἱ ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος 11:48 If we let him thus alone, all men will believe on him: and the Romans shall come and take away both our place and nation.
11:49 εἷς δέ τις ἐξ αὐτῶν καϊάφας ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου εἶπεν αὐτοῖς ὑμεῖς οὐκ οἴδατε οὐδέν 11:49 And one of them, named Caiaphas, being the high priest that same year, said unto them, Ye know nothing at all,
John 11:50 οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται John 11:50 Nor consider that it is expedient for us, that one man should die for the people, and that the whole nation perish not.
11:51 τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους 11:51 And this spake he not of himself: but being high priest that year, he prophesied that Jesus should die for that nation;
11:52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν 11:52 And not for that nation only, but that also he should gather together in one the children of God that were scattered abroad.
11:53 ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν 11:53 Then from that day forth they took counsel together for to put him to death.
11:54 ἰησοῦς οὖν οὐκ ἔτι παῤῥησίᾳ περιεπάτει ἐν τοῖς ἰουδαίοις ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου εἰς ἐφραὶμ λεγομένην πόλιν κἀκεῖ διέτριβεν μετὰ τῶν μαθητῶν αὐτοῦ 11:54 Jesus therefore walked no more openly among the Jews; but went thence unto a country near to the wilderness, into a city called Ephraim, and there continued with his disciples.
11:55 ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν ἰουδαίων καὶ ἀνέβησαν πολλοὶ εἰς ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς 11:55 And the Jews' passover was nigh at hand: and many went out of the country up to Jerusalem before the passover, to purify themselves.
11:56 ἐζήτουν οὖν τὸν ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες τί δοκεῖ ὑμῖν ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν 11:56 Then sought they for Jesus, and spake among themselves, as they stood in the temple, What think ye, that he will not come to the feast?
11:57 δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ ὅπως πιάσωσιν αὐτόν 11:57 Now both the chief priests and the Pharisees had given a commandment, that, if any man knew where he were, he should shew it, that they might take him.

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 ||

Top

See this bible with Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please copy and paste this URL into Facebook and Twitter to all your friends who would benefit from this Textus Receptus King James version online bible.

Home Page || Textus Receptus KJV Index || Greek Word Studies Index || Bible Studies Index || Bible Study Tools and Bibles