Go to Chapter Index or Scriptures
ONLINE TEXTUS RECEPTUS and KING JAMES BIBLE Luke 7
This bible is an excellent bible study tool. An online Greek Textus Receptus and the English King James version of the New Testament
with each verse side by side.
Home Page ||
Textus Receptus KJV Index ||
Search this website ||
Bible Studies Index ||
Greek Word Studies Index ||
Bible Study Tools and Bibles
SELECT A CHAPTER
|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 ||
Luke Chapter 7
Greek Textus Receptus | English King James |
---|---|
Luke 7:1 ἐπει δὲ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ εἰσῆλθεν εἰς καπερναούμ | Luke 7:1 Now when he had ended all his sayings in the audience of the people, he entered into Capernaum. |
7:2 ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν ὃς ἦν αὐτῷ ἔντιμος | 7:2 And a certain centurion's servant, who was dear unto him, was sick, and ready to die. |
7:3 ἀκούσας δὲ περὶ τοῦ ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ | 7:3 And when he heard of Jesus, he sent unto him the elders of the Jews, beseeching him that he would come and heal his servant. |
7:4 οἱ δὲ παραγενόμενοι πρὸς τὸν ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο | 7:4 And when they came to Jesus, they besought him instantly, saying, That he was worthy for whom he should do this: |
7:5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν | 7:5 For he loveth our nation, and he hath built us a synagogue. |
7:6 ὁ δὲ ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ, κύριε μὴ σκύλλου οὐ γὰρ εἰμι ἱκανός ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς | 7:6 Then Jesus went with them. And when he was now not far from the house, the centurion sent friends to him, saying unto him, Lord, trouble not thyself: for I am not worthy that thou shouldest enter under my roof: |
7:7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν ἀλλὰ εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου | 7:7 Wherefore neither thought I myself worthy to come unto thee: but say in a word, and my servant shall be healed. |
7:8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας καὶ λέγω τούτῳ πορεύθητι καὶ πορεύεται καὶ ἄλλῳ ἕρχου καὶ ἔρχεται καὶ τῷ δούλῳ μου ποίησον τοῦτο καὶ ποιεῖ | 7:8 For I also am a man set under authority, having under me soldiers, and I say unto one, Go, and he goeth; and to another, Come, and he cometh; and to my servant, Do this, and he doeth it. |
7:9 ἀκούσας δὲ ταῦτα ὁ ἰησοῦς ἐθαύμασεν αὐτόν καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν λέγω ὑμῖν οὐδὲ ἐν τῷ ἰσραὴλ τοσαύτην πίστιν εὗρον | 7:9 When Jesus heard these things, he marvelled at him, and turned him about, and said unto the people that followed him, I say unto you, I have not found so great faith, no, not in Israel. |
Luke 7:10 καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα | Luke 7:10 And they that were sent, returning to the house, found the servant whole that had been sick. |
7:11 καὶ ἐγένετο ἐν τῇ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην ναΐν καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ, καὶ ὄχλος πολύς | 7:11 And it came to pass the day after, that he went into a city called Nain; and many of his disciples went with him, and much people. |
7:12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως καὶ ἰδού, ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ καὶ αὐτὴ ἦν χήρα καὶ ὄχλος τῆς πόλεως ἱκανὸς σὺν αὐτῇ | 7:12 Now when he came nigh to the gate of the city, behold, there was a dead man carried out, the only son of his mother, and she was a widow: and much people of the city was with her. |
7:13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ μὴ κλαῖε | 7:13 And when the Lord saw her, he had compassion on her, and said unto her, Weep not. |
7:14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ οἱ δὲ βαστάζοντες ἔστησαν καὶ εἶπεν νεανίσκε σοὶ λέγω ἐγέρθητι | 7:14 And he came and touched the bier: and they that bare him stood still. And he said, Young man, I say unto thee, Arise. |
7:15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ | 7:15 And he that was dead sat up, and began to speak. And he delivered him to his mother. |
7:16 ἔλαβεν δὲ φόβος ἅπαντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν καὶ ὅτι ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ | 7:16 And there came a fear on all: and they glorified God, saying, That a great prophet is risen up among us; and, That God hath visited his people. |
7:17 καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ ἰουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ | 7:17 And this rumour of him went forth throughout all Judaea, and throughout all the region round about. |
7:18 καὶ ἀπήγγειλαν ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων | 7:18 And the disciples of John shewed him of all these things. |
7:19 καί προσκαλεσάμενος δύο τινάς τῶν μαθητῶν αὐτοῦ ὁ ἰωάννης ἔπεμψεν πρὸς τὸν ἰησοῦν, λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν | 7:19 And John calling unto him two of his disciples sent them to Jesus, saying, Art thou he that should come? or look we for another? |
Luke 7:20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, ἰωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρὸς σὲ λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν | Luke 7:20 When the men were come unto him, they said, John Baptist hath sent us unto thee, saying, Art thou he that should come? or look we for another? |
7:21 ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν | 7:21 And in that same hour he cured many of their infirmities and plagues, and of evil spirits; and unto many that were blind he gave sight. |
7:22 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτοῖς πορευθέντες ἀπαγγείλατε ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε ὅτι τυφλοὶ ἀναβλέπουσιν χωλοὶ περιπατοῦσιν λεπροὶ καθαρίζονται κωφοὶ ἀκούουσιν νεκροὶ ἐγείρονται πτωχοὶ εὐαγγελίζονται | 7:22 Then Jesus answering said unto them, Go your way, and tell John what things ye have seen and heard; how that the blind see, the lame walk, the lepers are cleansed, the deaf hear, the dead are raised, to the poor the gospel is preached. |
7:23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί | 7:23 And blessed is he, whosoever shall not be offended in me. |
7:24 ἀπελθόντων δὲ τῶν ἀγγέλων ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ ἰωάννου τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον | 7:24 And when the messengers of John were departed, he began to speak unto the people concerning John, What went ye out into the wilderness for to see? A reed shaken with the wind? |
7:25 ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν | 7:25 But what went ye out for to see? A man clothed in soft raiment? Behold, they which are gorgeously apparelled, and live delicately, are in kings' courts. |
7:26 ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν προφήτην ναί λέγω ὑμῖν καὶ περισσότερον προφήτου | 7:26 But what went ye out for to see? A prophet? Yea, I say unto you, and much more than a prophet. |
7:27 οὗτός ἐστιν περὶ οὗ γέγραπται ἰδού, ἐγώ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου | 7:27 This is he, of whom it is written, Behold, I send my messenger before thy face, which shall prepare thy way before thee. |
7:28 λέγω γὰρ ὑμῖν μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν | 7:28 For I say unto you, Among those that are born of women there is not a greater prophet than John the Baptist: but he that is least in the kingdom of God is greater than he. |
7:29 καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν βαπτισθέντες τὸ βάπτισμα ἰωάννου | 7:29 And all the people that heard him, and the publicans, justified God, being baptized with the baptism of John. |
Luke 7:30 οἱ δὲ φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ | Luke 7:30 But the Pharisees and lawyers rejected the counsel of God against themselves, being not baptized of him. |
7:31 εἶπεν δὲ ὁ κύριος, τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης καὶ τίνι εἰσὶν ὅμοιοι | 7:31 And the Lord said, Whereunto then shall I liken the men of this generation? and to what are they like? |
7:32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν, ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε | 7:32 They are like unto children sitting in the marketplace, and calling one to another, and saying, We have piped unto you, and ye have not danced; we have mourned to you, and ye have not wept. |
7:33 ἐλήλυθεν γὰρ ἰωάννης ὁ βαπτιστὴς μήτε ἄρτον ἐσθίων μὴτὲ οἶνον πίνων καὶ λέγετε δαιμόνιον ἔχει | 7:33 For John the Baptist came neither eating bread nor drinking wine; and ye say, He hath a devil. |
7:34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγετε ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης τελωνῶν φίλος καὶ ἁμαρτωλῶν | 7:34 The Son of man is come eating and drinking; and ye say, Behold a gluttonous man, and a winebibber, a friend of publicans and sinners! |
7:35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων | 7:35 But wisdom is justified of all her children. |
7:36 ἠρώτα δέ τις αὐτὸν τῶν φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ καὶ εἰσελθὼν εἰς τὴν οἶκὶαν τοῦ φαρισαίου ἀνεκλίθη | 7:36 And one of the Pharisees desired him that he would eat with him. And he went into the Pharisee's house, and sat down to meat. |
7:37 καὶ ἰδού, γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ φαρισαίου κομίσασα ἀλάβαστρον μύρου | 7:37 And, behold, a woman in the city, which was a sinner, when she knew that Jesus sat at meat in the Pharisee's house, brought an alabaster box of ointment, |
7:38 καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ | 7:38 And stood at his feet behind him weeping, and began to wash his feet with tears, and did wipe them with the hairs of her head, and kissed his feet, and anointed them with the ointment. |
7:39 ἰδὼν δὲ ὁ φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, οὗτος εἰ ἦν προφήτης ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ ὅτι ἁμαρτωλός ἐστιν | 7:39 Now when the Pharisee which had bidden him saw it, he spake within himself, saying, This man, if he were a prophet, would have known who and what manner of woman this is that toucheth him: for she is a sinner. |
Luke 7:40 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν πρὸς αὐτόν σίμων ἔχω σοί τι εἰπεῖν ὁ δέ φησίν διδάσκαλε εἰπέ | Luke 7:40 And Jesus answering said unto him, Simon, I have somewhat to say unto thee. And he saith, Master, say on. |
7:41 δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια ὁ δὲ ἕτερος πεντήκοντα | 7:41 There was a certain creditor which had two debtors: the one owed five hundred pence, and the other fifty. |
7:42 μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο τίς οὖν αὐτῶν εἶπὲ, πλεῖον αὐτόν ἀγαπήσει | 7:42 And when they had nothing to pay, he frankly forgave them both. Tell me therefore, which of them will love him most? |
7:43 ἀποκριθεὶς δὲ ὁ σίμων εἶπεν ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο ὁ δὲ εἶπεν αὐτῷ ὀρθῶς ἔκρινας | 7:43 Simon answered and said, I suppose that he, to whom he forgave most. And he said unto him, Thou hast rightly judged. |
7:44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ σίμωνι ἔφη βλέπεις ταύτην τὴν γυναῖκα εἰσῆλθόν σου εἰς τὴν οἰκίαν ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν τὴς κεφαλῆς αὐτῆς ἐξέμαξεν | 7:44 And he turned to the woman, and said unto Simon, Seest thou this woman? I entered into thine house, thou gavest me no water for my feet: but she hath washed my feet with tears, and wiped them with the hairs of her head. |
7:45 φίλημά μοι οὐκ ἔδωκας αὕτη δὲ ἀφ᾽ ἡς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας | 7:45 Thou gavest me no kiss: but this woman since the time I came in hath not ceased to kiss my feet. |
7:46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας αὕτη δὲ μύρῳ ἤλειψεν μου τοὺς πόδας | 7:46 My head with oil thou didst not anoint: but this woman hath anointed my feet with ointment. |
7:47 οὗ χάριν λέγω σοι ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί ὅτι ἠγάπησεν πολύ ᾧ δὲ ὀλίγον ἀφίεται ὀλίγον ἀγαπᾷ | 7:47 Wherefore I say unto thee, Her sins, which are many, are forgiven; for she loved much: but to whom little is forgiven, the same loveth little. |
7:48 εἶπεν δὲ αὐτῇ ἀφέωνταί σου αἱ ἁμαρτίαι | 7:48 And he said unto her, Thy sins are forgiven. |
7:49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν | 7:49 And they that sat at meat with him began to say within themselves, Who is this that forgiveth sins also? |
Luke 7:50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα ἡ πίστις σου σέσωκέν σε πορεύου εἰς εἰρήνην | Luke 7:50 And he said to the woman, Thy faith hath saved thee; go in peace. |
|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 ||
See this bible with Latin, Greek and English side by side.
If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the
Website Links page.
Please copy and paste this URL into Facebook and Twitter to all your friends who would benefit from this Textus Receptus King James version online bible.
Home Page || Textus Receptus KJV Index || Greek Word Studies Index || Bible Studies Index || Bible Study Tools and Bibles