Go to Chapter Index or Scriptures

ONLINE TEXTUS RECEPTUS and KING JAMES BIBLE Luke 11

This bible is an excellent bible study tool. An online Greek Textus Receptus and the English King James version of the New Testament with each verse side by side.
Home Page || Textus Receptus KJV Index || Search this website || Bible Studies Index || Greek Word Studies Index || Bible Study Tools and Bibles

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 ||

Luke Chapter 11

Greek Textus ReceptusEnglish King James
Luke 11:1 καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον ὡς ἐπαύσατο εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν κύριε δίδαξον ἡμᾶς προσεύχεσθαι καθὼς καὶ ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ Luke 11:1 And it came to pass, that, as he was praying in a certain place, when he ceased, one of his disciples said unto him, Lord, teach us to pray, as John also taught his disciples.
11:2 εἶπεν δὲ αὐτοῖς ὅταν προσεύχησθε λέγετε πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοις, ἁγιασθήτω τὸ ὄνομά σου ἐλθέτω ἡ βασιλεία σου γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῳ, καὶ ἐπὶ τὴς γὴς 11:2 And he said unto them, When ye pray, say, Our Father which art in heaven, Hallowed be thy name. Thy kingdom come. Thy will be done, as in heaven, so in earth.
11:3 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾽ ἡμέραν 11:3 Give us day by day our daily bread.
11:4 καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ 11:4 And forgive us our sins; for we also forgive every one that is indebted to us. And lead us not into temptation; but deliver us from evil.
11:5 καὶ εἶπεν πρὸς αὐτούς τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ φίλε χρῆσόν μοι τρεῖς ἄρτους 11:5 And he said unto them, Which of you shall have a friend, and shall go unto him at midnight, and say unto him, Friend, lend me three loaves;
11:6 ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ 11:6 For a friend of mine in his journey is come to me, and I have nothing to set before him?
11:7 κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ μή μοι κόπους πάρεχε ἤδη ἡ θύρα κέκλεισται καὶ τὰ παιδία μου μετ᾽ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν οὐ δύναμαι ἀναστὰς δοῦναί σοι 11:7 And he from within shall answer and say, Trouble me not: the door is now shut, and my children are with me in bed; I cannot rise and give thee.
11:8 λέγω ὑμῖν εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι αὐτοῦ φίλον διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει 11:8 I say unto you, Though he will not rise and give him, because he is his friend, yet because of his importunity he will rise and give him as many as he needeth.
11:9 κἀγὼ ὑμῖν λέγω αἰτεῖτε καὶ δοθήσεται ὑμῖν ζητεῖτε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγήσεται ὑμῖν 11:9 And I say unto you, Ask, and it shall be given you; seek, and ye shall find; knock, and it shall be opened unto you.
Luke 11:10 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται Luke 11:10 For every one that asketh receiveth; and he that seeketh findeth; and to him that knocketh it shall be opened.
11:11 τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λὶθον ἐπιδώσει αὐτῷ εἰ καὶ ἰχθύν μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ 11:11 If a son shall ask bread of any of you that is a father, will he give him a stone? or if he ask a fish, will he for a fish give him a serpent?
11:12 ἢ καὶ ἐὰν αἰτήσῃ ᾠόν μὴ ἐπιδώσει αὐτῷ σκορπίον 11:12 Or if he shall ask an egg, will he offer him a scorpion?
11:13 εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε ἀγαθὰ δόματα διδόναι τοῖς τέκνοις ὑμῶν πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν 11:13 If ye then, being evil, know how to give good gifts unto your children: how much more shall your heavenly Father give the Holy Spirit to them that ask him?
11:14 καὶ ἦν ἐκβάλλων δαιμόνιον καὶ αὐτὸ ἦν κωφόν ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι 11:14 And he was casting out a devil, and it was dumb. And it came to pass, when the devil was gone out, the dumb spake; and the people wondered.
11:15 τινὲς δὲ ἐξ αὐτῶν εἶπον ἐν βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια 11:15 But some of them said, He casteth out devils through Beelzebub the chief of the devils.
11:16 ἕτεροι δὲ πειράζοντες σημεῖον παρ᾽ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ 11:16 And others, tempting him, sought of him a sign from heaven.
11:17 αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται καὶ οἶκος ἐπὶ οἶκον πίπτει 11:17 But he, knowing their thoughts, said unto them, Every kingdom divided against itself is brought to desolation; and a house divided against a house falleth.
11:18 εἰ δὲ καὶ ὁ σατανᾶς ἐφ᾽ ἑαυτὸν διεμερίσθη πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ ὅτι λέγετε ἐν βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια 11:18 If Satan also be divided against himself, how shall his kingdom stand? because ye say that I cast out devils through Beelzebub.
11:19 εἰ δὲ ἐγὼ ἐν βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν διὰ τοῦτο κριταὶ ὑμῶν αὐτοὶ ἔσονται 11:19 And if I by Beelzebub cast out devils, by whom do your sons cast them out? therefore shall they be your judges.
Luke 11:20 εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ Luke 11:20 But if I with the finger of God cast out devils, no doubt the kingdom of God is come upon you.
11:21 ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ 11:21 When a strong man armed keepeth his palace, his goods are in peace:
11:22 ἐπὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾽ ᾗ ἐπεποίθει καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν 11:22 But when a stronger than he shall come upon him, and overcome him, he taketh from him all his armour wherein he trusted, and divideth his spoils.
11:23 ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστιν καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει 11:23 He that is not with me is against me: and he that gathereth not with me scattereth.
11:24 ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκον λέγει ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον 11:24 When the unclean spirit is gone out of a man, he walketh through dry places, seeking rest; and finding none, he saith, I will return unto my house whence I came out.
11:25 καὶ ἐλθὸν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον 11:25 And when he cometh, he findeth it swept and garnished.
11:26 τότε πορεύεται καὶ παραλαμβάνει ἑπτά ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων 11:26 Then goeth he, and taketh to him seven other spirits more wicked than himself; and they enter in, and dwell there: and the last state of that man is worse than the first.
11:27 ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας 11:27 And it came to pass, as he spake these things, a certain woman of the company lifted up her voice, and said unto him, Blessed is the womb that bare thee, and the paps which thou hast sucked.
11:28 αὐτὸς δὲ εἶπεν μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες αὐτὸν 11:28 But he said, Yea rather, blessed are they that hear the word of God, and keep it.
11:29 τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν ἡ γενεὰ αὕτη πονηρά ἐστιν σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ἰωνᾶ τοῦ προφήτου 11:29 And when the people were gathered thick together, he began to say, This is an evil generation: they seek a sign; and there shall no sign be given it, but the sign of Jonas the prophet.
Luke 11:30 καθὼς γὰρ ἐγένετο ἰωνᾶς σημεῖον τοῖς νινευίταις οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ Luke 11:30 For as Jonas was a sign unto the Ninevites, so shall also the Son of man be to this generation.
11:31 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν σολομῶντος, καὶ ἰδού, πλεῖον σολομῶντος ὧδε 11:31 The queen of the south shall rise up in the judgment with the men of this generation, and condemn them: for she came from the utmost parts of the earth to hear the wisdom of Solomon; and, behold, a greater than Solomon is here.
11:32 ἄνδρες νινευῒ ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν ὅτι μετενόησαν εἰς τὸ κήρυγμα ἰωνᾶ καὶ ἰδού, πλεῖον ἰωνᾶ ὧδε 11:32 The men of Nineve shall rise up in the judgment with this generation, and shall condemn it: for they repented at the preaching of Jonas; and, behold, a greater than Jonas is here.
11:33 οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρυπτόν τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν 11:33 No man, when he hath lighted a candle, putteth it in a secret place, neither under a bushel, but on a candlestick, that they which come in may see the light.
11:34 ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν ἐπὰν δὲ πονηρὸς ᾖ καὶ τὸ σῶμά σου σκοτεινόν 11:34 The light of the body is the eye: therefore when thine eye is single, thy whole body also is full of light; but when thine eye is evil, thy body also is full of darkness.
11:35 σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν 11:35 Take heed therefore that the light which is in thee be not darkness.
11:36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν μὴ ἔχον τι μέρος σκοτεινόν ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε 11:36 If thy whole body therefore be full of light, having no part dark, the whole shall be full of light, as when the bright shining of a candle doth give thee light.
11:37 ἐν δὲ τῷ λαλῆσαι ἠρωτᾷ αὐτὸν φαρισαῖος τις ὅπως ἀριστήσῃ παρ᾽ αὐτῷ εἰσελθὼν δὲ ἀνέπεσεν 11:37 And as he spake, a certain Pharisee besought him to dine with him: and he went in, and sat down to meat.
11:38 ὁ δὲ φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου 11:38 And when the Pharisee saw it, he marvelled that he had not first washed before dinner.
11:39 εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν νῦν ὑμεῖς οἱ φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας 11:39 And the Lord said unto him, Now do ye Pharisees make clean the outside of the cup and the platter; but your inward part is full of ravening and wickedness.
Luke 11:40 ἄφρονες οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν Luke 11:40 Ye fools, did not he that made that which is without make that which is within also?
11:41 πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην καὶ ἰδού, πάντα καθαρὰ ὑμῖν ἐστιν 11:41 But rather give alms of such things as ye have; and, behold, all things are clean unto you.
11:42 ἀλλ᾽ οὐαὶ ὑμῖν τοῖς φαρισαίοις ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι 11:42 But woe unto you, Pharisees! for ye tithe mint and rue and all manner of herbs, and pass over judgment and the love of God: these ought ye to have done, and not to leave the other undone.
11:43 οὐαὶ ὑμῖν τοῖς φαρισαίοις ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 11:43 Woe unto you, Pharisees! for ye love the uppermost seats in the synagogues, and greetings in the markets.
11:44 οὐαὶ ὑμῖν γραμματεῖς καὶ φαρισαῖοι, ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν 11:44 Woe unto you, scribes and Pharisees, hypocrites! for ye are as graves which appear not, and the men that walk over them are not aware of them.
11:45 ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ διδάσκαλε ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις 11:45 Then answered one of the lawyers, and said unto him, Master, thus saying thou reproachest us also.
11:46 ὁ δὲ εἶπεν καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις 11:46 And he said, Woe unto you also, ye lawyers! for ye lade men with burdens grievous to be borne, and ye yourselves touch not the burdens with one of your fingers.
11:47 οὐαὶ ὑμῖν ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς 11:47 Woe unto you! for ye build the sepulchres of the prophets, and your fathers killed them.
11:48 ἄρα μάρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα 11:48 Truly ye bear witness that ye allow the deeds of your fathers: for they indeed killed them, and ye build their sepulchres.
11:49 διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ ἐκδιώξουσιν 11:49 Therefore also said the wisdom of God, I will send them prophets and apostles, and some of them they shall slay and persecute:
Luke 11:50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης Luke 11:50 That the blood of all the prophets, which was shed from the foundation of the world, may be required of this generation;
11:51 ἀπὸ τοῦ αἵματος ἅβελ ἕως τοῦ αἵματος ξαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ναί λέγω ὑμῖν ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης 11:51 From the blood of Abel unto the blood of Zacharias, which perished between the altar and the temple: verily I say unto you, It shall be required of this generation.
11:52 οὐαὶ ὑμῖν τοῖς νομικοῖς ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε 11:52 Woe unto you, lawyers! for ye have taken away the key of knowledge: ye entered not in yourselves, and them that were entering in ye hindered.
11:53 λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτοὺς, ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων 11:53 And as he said these things unto them, the scribes and the Pharisees began to urge him vehemently, and to provoke him to speak of many things:
11:54 ἐνεδρεύοντες αὐτὸν καὶ ζητοὺντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ ἵνα κατηγορήσωσιν αὐτοῦ 11:54 Laying wait for him, and seeking to catch something out of his mouth, that they might accuse him.

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 ||

Top

See this bible with Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please copy and paste this URL into Facebook and Twitter to all your friends who would benefit from this Textus Receptus King James version online bible.

Home Page || Textus Receptus KJV Index || Greek Word Studies Index || Bible Studies Index || Bible Study Tools and Bibles