Go to Chapter Index or Scriptures
ONLINE TEXTUS RECEPTUS and KING JAMES BIBLE Matthew 13
This bible is an excellent bible study tool. An online Greek Textus Receptus and the English King James version of the New Testament
with each verse side by side.
Home Page ||
Textus Receptus KJV Index ||
Search this website ||
Bible Studies Index ||
Greek Word Studies Index ||
Bible Study Tools and Bibles
SELECT A CHAPTER
|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 || 25 || 26 || 27 || 28 ||
Matthew Chapter 13
Greek Textus Receptus | English King James |
---|---|
Matthew 13:1 ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ ἰησοῦς ἀπὸ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν | Matthew 13:1 The same day went Jesus out of the house, and sat by the sea side. |
13:2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει | 13:2 And great multitudes were gathered together unto him, so that he went into a ship, and sat; and the whole multitude stood on the shore. |
13:3 καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων ἰδού ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν | 13:3 And he spake many things unto them in parables, saying, Behold, a sower went forth to sow; |
13:4 καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά | 13:4 And when he sowed, some seeds fell by the way side, and the fowls came and devoured them up: |
13:5 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς | 13:5 Some fell upon stony places, where they had not much earth: and forthwith they sprung up, because they had no deepness of earth: |
13:6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη | 13:6 And when the sun was up, they were scorched; and because they had no root, they withered away. |
13:7 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά | 13:7 And some fell among thorns; and the thorns sprung up, and choked them: |
13:8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν ὃ μὲν ἑκατόν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα | 13:8 But other fell into good ground, and brought forth fruit, some an hundredfold, some sixtyfold, some thirtyfold. |
13:9 ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω | 13:9 Who hath ears to hear, let him hear. |
Matthew 13:10 καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ διατί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς | Matthew 13:10 And the disciples came, and said unto him, Why speakest thou unto them in parables? |
13:11 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν ἐκείνοις δὲ οὐ δέδοται | 13:11 He answered and said unto them, Because it is given unto you to know the mysteries of the kingdom of heaven, but to them it is not given. |
13:12 ὅστις γὰρ ἔχει δοθήσεται αὐτῷ καὶ περισσευθήσεται ὅστις δὲ οὐκ ἔχει καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ | 13:12 For whosoever hath, to him shall be given, and he shall have more abundance: but whosoever hath not, from him shall be taken away even that he hath. |
13:13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν | 13:13 Therefore speak I to them in parables: because they seeing see not; and hearing they hear not, neither do they understand. |
13:14 καὶ ἀναπληροῦται ἐπ᾽ αὐτοῖς ἡ προφητεία ἠσαΐου ἡ λέγουσα ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε | 13:14 And in them is fulfilled the prophecy of Esaias, which saith, By hearing ye shall hear, and shall not understand; and seeing ye shall see, and shall not perceive: |
13:15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσωμαι αὐτούς | 13:15 For this people's heart is waxed gross, and their ears are dull of hearing, and their eyes they have closed; lest at any time they should see with their eyes, and hear with their ears, and should understand with their heart, and should be converted, and I should heal them. |
13:16 ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούει | 13:16 But blessed are your eyes, for they see: and your ears, for they hear. |
13:17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν | 13:17 For verily I say unto you, That many prophets and righteous men have desired to see those things which ye see, and have not seen them; and to hear those things which ye hear, and have not heard them. |
13:18 ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείροντος | 13:18 Hear ye therefore the parable of the sower. |
13:19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς | 13:19 When any one heareth the word of the kingdom, and understandeth it not, then cometh the wicked one, and catcheth away that which was sown in his heart. This is he which received seed by the way side. |
Matthew 13:20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν | Matthew 13:20 But he that received the seed into stony places, the same is he that heareth the word, and anon with joy receiveth it; |
13:21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται | 13:21 Yet hath he not root in himself, but dureth for a while: for when tribulation or persecution ariseth because of the word, by and by he is offended. |
13:22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον καὶ ἄκαρπος γίνεται | 13:22 He also that received seed among the thorns is he that heareth the word; and the care of this world, and the deceitfulness of riches, choke the word, and he becometh unfruitful. |
13:23 ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιών ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατόν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα | 13:23 But he that received seed into the good ground is he that heareth the word, and understandeth it; which also beareth fruit, and bringeth forth, some an hundredfold, some sixty, some thirty. |
13:24 ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων ημοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ | 13:24 Another parable put he forth unto them, saying, The kingdom of heaven is likened unto a man which sowed good seed in his field: |
13:25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν | 13:25 But while men slept, his enemy came and sowed tares among the wheat, and went his way. |
13:26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν τότε ἐφάνη καὶ τὰ ζιζάνια | 13:26 But when the blade was sprung up, and brought forth fruit, then appeared the tares also. |
13:27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ κύριε οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ πόθεν οὖν ἔχει τὰ ζιζάνια | 13:27 So the servants of the householder came and said unto him, Sir, didst not thou sow good seed in thy field? from whence then hath it tares? |
13:28 ὁ δὲ ἔφη αὐτοῖς ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν οἱ δὲ δοῦλοι εἶπον αὐτῷ φέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά | 13:28 He said unto them, An enemy hath done this. The servants said unto him, Wilt thou then that we go and gather them up? |
13:29 ὁ δέ ἔφη οὔ μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον | 13:29 But he said, Nay; lest while ye gather up the tares, ye root up also the wheat with them. |
Matthew 13:30 ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ καὶ ἐν τῷ καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου | Matthew 13:30 Let both grow together until the harvest: and in the time of harvest I will say to the reapers, Gather ye together first the tares, and bind them in bundles to burn them: but gather the wheat into my barn. |
13:31 ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ | 13:31 Another parable put he forth unto them, saying, The kingdom of heaven is like to a grain of mustard seed, which a man took, and sowed in his field: |
13:32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ | 13:32 Which indeed is the least of all seeds: but when it is grown, it is the greatest among herbs, and becometh a tree, so that the birds of the air come and lodge in the branches thereof. |
13:33 ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον | 13:33 Another parable spake he unto them; The kingdom of heaven is like unto leaven, which a woman took, and hid in three measures of meal, till the whole was leavened. |
13:34 ταῦτα πάντα ἐλάλησεν ὁ ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς | 13:34 All these things spake Jesus unto the multitude in parables; and without a parable spake he not unto them: |
13:35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου | 13:35 That it might be fulfilled which was spoken by the prophet, saying, I will open my mouth in parables; I will utter things which have been kept secret from the foundation of the world. |
13:36 τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν ὁ ἰησοῦς καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ | 13:36 Then Jesus sent the multitude away, and went into the house: and his disciples came unto him, saying, Declare unto us the parable of the tares of the field. |
13:37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου | 13:37 He answered and said unto them, He that soweth the good seed is the Son of man; |
13:38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος τὸ δὲ καλὸν σπέρμα οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ | 13:38 The field is the world; the good seed are the children of the kingdom; but the tares are the children of the wicked one; |
13:39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν | 13:39 The enemy that sowed them is the devil; the harvest is the end of the world; and the reapers are the angels. |
Matthew 13:40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου | Matthew 13:40 As therefore the tares are gathered and burned in the fire; so shall it be in the end of this world. |
13:41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν | 13:41 The Son of man shall send forth his angels, and they shall gather out of his kingdom all things that offend, and them which do iniquity; |
13:42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων | 13:42 And shall cast them into a furnace of fire: there shall be wailing and gnashing of teeth. |
13:43 τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω | 13:43 Then shall the righteous shine forth as the sun in the kingdom of their Father. Who hath ears to hear, let him hear. |
13:44 πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον | 13:44 Again, the kingdom of heaven is like unto treasure hid in a field; the which when a man hath found, he hideth, and for joy thereof goeth and selleth all that he hath, and buyeth that field. |
13:45 πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας | 13:45 Again, the kingdom of heaven is like unto a merchant man, seeking goodly pearls: |
13:46 ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν | 13:46 Who, when he had found one pearl of great price, went and sold all that he had, and bought it. |
13:47 πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ | 13:47 Again, the kingdom of heaven is like unto a net, that was cast into the sea, and gathered of every kind: |
13:48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα τὰ δὲ σαπρὰ ἔξω ἔβαλον | 13:48 Which, when it was full, they drew to shore, and sat down, and gathered the good into vessels, but cast the bad away. |
13:49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων | 13:49 So shall it be at the end of the world: the angels shall come forth, and sever the wicked from among the just, |
Matthew 13:50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων | Matthew 13:50 And shall cast them into the furnace of fire: there shall be wailing and gnashing of teeth. |
13:51 λέγει αὐτοῖς ὁ ἰησοῦς συνήκατε ταῦτα πάντα λέγουσιν αὐτῷ ναί κύριε | 13:51 Jesus saith unto them, Have ye understood all these things? They say unto him, Yea, Lord. |
13:52 ὁ δὲ εἶπεν αὐτοῖς διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά | 13:52 Then said he unto them, Therefore every scribe which is instructed unto the kingdom of heaven is like unto a man that is an householder, which bringeth forth out of his treasure things new and old. |
13:53 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς τὰς παραβολὰς ταύτας μετῆρεν ἐκεῖθεν | 13:53 And it came to pass, that when Jesus had finished these parables, he departed thence. |
13:54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις | 13:54 And when he was come into his own country, he taught them in their synagogue, insomuch that they were astonished, and said, Whence hath this man this wisdom, and these mighty works? |
13:55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός οὐχί ἡ μήτηρ αὐτοῦ λέγεται μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἰάκωβος καὶ ἰωσῆς καὶ σίμων καὶ ἰούδας | 13:55 Is not this the carpenter's son? is not his mother called Mary? and his brethren, James, and Joses, and Simon, and Judas? |
13:56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν πόθεν οὖν τούτῳ ταῦτα πάντα | 13:56 And his sisters, are they not all with us? Whence then hath this man all these things? |
13:57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὑτοῦ | 13:57 And they were offended in him. But Jesus said unto them, A prophet is not without honour, save in his own country, and in his own house. |
13:58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν | 13:58 And he did not many mighty works there because of their unbelief. |
|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 || 25 || 26 || 27 || 28 ||
See this bible with Latin, Greek and English side by side.
If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the
Website Links page.
Please copy and paste this URL into Facebook and Twitter to all your friends who would benefit from this Textus Receptus King James version online bible.
Home Page || Textus Receptus KJV Index || Greek Word Studies Index || Bible Studies Index || Bible Study Tools and Bibles