Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT Romans Chapter 12

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 ||

Romans Chapter 12

Romans 12:1 παρακαλῶ οὖν ὑμᾶς ἀδελφοί διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ τὴν λογικὴν λατρείαν ὑμῶν
12:2 καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον
12:3 λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως
12:4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν
12:5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν χριστῷ ὁ δὲ καθ᾽ εἷς ἀλλήλων μέλη
12:6 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως
12:7 εἴτε διακονίαν ἐν τῇ διακονίᾳ εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ
12:8 εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει ὁ μεταδιδοὺς ἐν ἁπλότητι ὁ προϊστάμενος ἐν σπουδῇ ὁ ἐλεῶν ἐν ἱλαρότητι
12:9 ἡ ἀγάπη ἀνυπόκριτος ἀποστυγοῦντες τὸ πονηρόν κολλώμενοι τῷ ἀγαθῷ
Romans 12:10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι τῇ τιμῇ ἀλλήλους προηγούμενοι
12:11 τῇ σπουδῇ μὴ ὀκνηροί τῷ πνεύματι ζέοντες τῷ καιρῷ δουλεύοντες
12:12 τῇ ἐλπίδι χαίροντες τῇ θλίψει ὑπομένοντες τῇ προσευχῇ προσκαρτεροῦντες
12:13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες τὴν φιλοξενίαν διώκοντες
12:14 εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς εὐλογεῖτε καὶ μὴ καταρᾶσθε
12:15 χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων
12:16 τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς
12:17 μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων
12:18 εἰ δυνατόν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες
12:19 μὴ ἑαυτοὺς ἐκδικοῦντες ἀγαπητοί ἀλλὰ δότε τόπον τῇ ὀργῇ γέγραπται γάρ ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω λέγει κύριος
Romans 12:20 ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε αὐτόν ἐὰν διψᾷ πότιζε αὐτόν τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ
12:21 μὴ νικῶ ὑπὸ τοῦ κακοῦ ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index