Go to Chapter Index or Scriptures

ONLINE TEXTUS RECEPTUS and KING JAMES BIBLE Acts 7

This bible is an excellent bible study tool. An online Greek Textus Receptus and the English King James version of the New Testament with each verse side by side.
Home Page || Textus Receptus KJV Index || Search this website || Bible Studies Index || Greek Word Studies Index || Bible Study Tools and Bibles

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 || 25 || 26 || 27 || 28 ||

ACTS CHAPTER 7

Greek Textus ReceptusEnglish King James
Acts 7:1 εἶπεν δὲ ὁ ἀρχιερεύς εἰ ἄρα ταῦτα οὕτως ἔχει Acts 7:1 Then said the high priest, Are these things so?
7:2 ὁ δὲ ἔφη ἄνδρες ἀδελφοὶ καὶ πατέρες ἀκούσατε ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν ἀβραὰμ ὄντι ἐν τῇ μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν χαῤῥάν 7:2 And he said, Men, brethren, and fathers, hearken; The God of glory appeared unto our father Abraham, when he was in Mesopotamia, before he dwelt in Charran,
7:3 καὶ εἶπεν πρὸς αὐτόν ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω 7:3 And said unto him, Get thee out of thy country, and from thy kindred, and come into the land which I shall shew thee.
7:4 τότε ἐξελθὼν ἐκ γῆς χαλδαίων κατῴκησεν ἐν χαῤῥάν κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε 7:4 Then came he out of the land of the Chaldaeans, and dwelt in Charran: and from thence, when his father was dead, he removed him into this land, wherein ye now dwell.
7:5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός καὶ ἐπηγγείλατο αὐτῷ δοῦναι εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν οὐκ ὄντος αὐτῷ τέκνου 7:5 And he gave him none inheritance in it, no, not so much as to set his foot on: yet he promised that he would give it to him for a possession, and to his seed after him, when as yet he had no child.
7:6 ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια 7:6 And God spake on this wise, That his seed should sojourn in a strange land; and that they should bring them into bondage, and entreat them evil four hundred years.
7:7 καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσιν κρινῶ ἐγώ εἶπεν ὁ θεὸς καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ 7:7 And the nation to whom they shall be in bondage will I judge, said God: and after that shall they come forth, and serve me in this place.
7:8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς καὶ οὕτως ἐγέννησεν τὸν ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ὁ ἰσαὰκ τὸν ἰακώβ καὶ ὁ ἰακὼβ τοὺς δώδεκα πατριάρχας 7:8 And he gave him the covenant of circumcision: and so Abraham begat Isaac, and circumcised him the eighth day; and Isaac begat Jacob; and Jacob begat the twelve patriarchs.
7:9 καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν ἰωσὴφ ἀπέδοντο εἰς αἴγυπτον καὶ ἦν ὁ θεὸς μετ᾽ αὐτοῦ 7:9 And the patriarchs, moved with envy, sold Joseph into Egypt: but God was with him,
Acts 7:10 καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον φαραὼ βασιλέως αἰγύπτου καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ Acts 7:10 And delivered him out of all his afflictions, and gave him favour and wisdom in the sight of Pharaoh king of Egypt; and he made him governor over Egypt and all his house.
7:11 ἦλθεν δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν γὴν αἰγύπτου καὶ χανάαν καὶ θλῖψις μεγάλη καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν 7:11 Now there came a dearth over all the land of Egypt and Chanaan, and great affliction: and our fathers found no sustenance.
7:12 ἀκούσας δὲ ἰακὼβ ὄντα σῖτά ἕν αἰγύπτῳ ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον 7:12 But when Jacob heard that there was corn in Egypt, he sent out our fathers first.
7:13 καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ φανερὸν ἐγένετο τῷ φαραὼ τὸ γένος τοῦ ἰωσήφ 7:13 And at the second time Joseph was made known to his brethren; and Joseph's kindred was made known unto Pharaoh.
7:14 ἀποστείλας δὲ ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ ἰακὼβ καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ ἐν ψυχαῖς ἑβδομήκοντα πέντε 7:14 Then sent Joseph, and called his father Jacob to him, and all his kindred, threescore and fifteen souls.
7:15 κατέβη δὲ ἰακὼβ εἰς αἴγυπτον καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν 7:15 So Jacob went down into Egypt, and died, he, and our fathers,
7:16 καὶ μετετέθησαν εἰς συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ὅ ὠνήσατο ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν ἑμμὸρ τοῦ συχέμ 7:16 And were carried over into Sychem, and laid in the sepulchre that Abraham bought for a sum of money of the sons of Emmor the father of Sychem.
7:17 καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἡς ὡμοσεν ὁ θεὸς τῷ ἀβραάμ ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν αἰγύπτῳ 7:17 But when the time of the promise drew nigh, which God had sworn to Abraham, the people grew and multiplied in Egypt,
7:18 ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος ὃς οὐκ ᾔδει τὸν ἰωσήφ 7:18 Till another king arose, which knew not Joseph.
7:19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι 7:19 The same dealt subtilly with our kindred, and evil entreated our fathers, so that they cast out their young children, to the end they might not live.
Acts 7:20 ἐν ᾧ καιρῷ ἐγεννήθη μωσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός αὐτοῦ Acts 7:20 In which time Moses was born, and was exceeding fair, and nourished up in his father's house three months:
7:21 ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο αὐτὸν ἡ θυγάτηρ φαραὼ καὶ ἀνεθρέψατο αὐτόν ἑαυτῇ εἰς υἱόν 7:21 And when he was cast out, Pharaoh's daughter took him up, and nourished him for her own son.
7:22 καὶ ἐπαιδεύθη μωσῆς πάσῃ σοφίᾳ αἰγυπτίων ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις 7:22 And Moses was learned in all the wisdom of the Egyptians, and was mighty in words and in deeds.
7:23 ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς ἰσραήλ 7:23 And when he was full forty years old, it came into his heart to visit his brethren the children of Israel.
7:24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν αἰγύπτιον 7:24 And seeing one of them suffer wrong, he defended him, and avenged him that was oppressed, and smote the Egyptian:
7:25 ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν οἱ δὲ οὐ συνῆκαν 7:25 For he supposed his brethren would have understood how that God by his hand would deliver them: but they understood not.
7:26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών ἄνδρες ἀδελφοί ἐστε ὑμεῖς ἱνατί ἀδικεῖτε ἀλλήλους 7:26 And the next day he shewed himself unto them as they strove, and would have set them at one again, saying, Sirs, ye are brethren; why do ye wrong one to another?
7:27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ἡμᾶς 7:27 But he that did his neighbour wrong thrust him away, saying, Who made thee a ruler and a judge over us?
7:28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν αἰγύπτιον 7:28 Wilt thou kill me, as thou diddest the Egyptian yesterday?
7:29 ἔφυγεν δὲ μωσῆς ἐν τῷ λόγῳ τούτῳ καὶ ἐγένετο πάροικος ἐν γῇ μαδιάμ οὗ ἐγέννησεν υἱοὺς δύο 7:29 Then fled Moses at this saying, and was a stranger in the land of Madian, where he begat two sons.
Acts 7:30 καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους σινᾶ ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς βάτου Acts 7:30 And when forty years were expired, there appeared to him in the wilderness of mount Sina an angel of the Lord in a flame of fire in a bush.
7:31 ὁ δὲ μωσῆς ἰδὼν ἐθαύμασεν τὸ ὅραμα προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ κυρίου πρὸς αὐτὸν, 7:31 When Moses saw it, he wondered at the sight: and as he drew near to behold it, the voice of the Lord came unto him,
7:32 ἐγὼ ὁ θεὸς τῶν πατέρων σου ὁ θεὸς ἀβραὰμ καὶ ὁ θεὸς ἰσαὰκ καὶ ὁ θεὸς ἰακώβ ἔντρομος δὲ γενόμενος μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι 7:32 Saying, I am the God of thy fathers, the God of Abraham, and the God of Isaac, and the God of Jacob. Then Moses trembled, and durst not behold.
7:33 εἶπεν δὲ αὐτῷ ὁ κύριος λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν 7:33 Then said the Lord to him, Put off thy shoes from thy feet: for the place where thou standest is holy ground.
7:34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν αἰγύπτῳ καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα καὶ κατέβην ἐξελέσθαι αὐτούς καὶ νῦν δεῦρο ἀποστέλω σε εἰς αἴγυπτον 7:34 I have seen, I have seen the affliction of my people which is in Egypt, and i have heard their groaning, and am come down to deliver them. And now come, I will send thee into Egypt.
7:35 τοῦτον τὸν μωϋσῆν ὃν ἠρνήσαντο εἰπόντες τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν τοῦτον ὁ θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ 7:35 This Moses whom they refused, saying, Who made thee a ruler and a judge? the same did God send to be a ruler and a deliverer by the hand of the angel which appeared to him in the bush.
7:36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ αἰγύπτοῦ καὶ ἐν ἐρυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα 7:36 He brought them out, after that he had shewed wonders and signs in the land of Egypt, and in the Red sea, and in the wilderness forty years.
7:37 οὗτός ἐστιν ὁ μωϋσῆς ὁ εἰπὼν τοῖς υἱοῖς ἰσραήλ προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ αὐτοῦ ἀκούσεσθε 7:37 This is that Moses, which said unto the children of Israel, A prophet shall the Lord your God raise up unto you of your brethren, like unto me; him shall ye hear.
7:38 οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει σινᾶ καὶ τῶν πατέρων ἡμῶν ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν 7:38 This is he, that was in the church in the wilderness with the angel which spake to him in the mount Sina, and with our fathers: who received the lively oracles to give unto us:
7:39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν ἀλλ᾽ ἀπώσαντο καὶ ἐστράφησαν ταῖς καρδίαις αὐτῶν εἰς αἴγυπτον 7:39 To whom our fathers would not obey, but thrust him from them, and in their hearts turned back again into Egypt,
Acts 7:40 εἰπόντες τῷ ἀαρών ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν ὁ γὰρ μωσῆς οὗτος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ Acts 7:40 Saying unto Aaron, Make us gods to go before us: for as for this Moses, which brought us out of the land of Egypt, we wot not what is become of him.
7:41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν 7:41 And they made a calf in those days, and offered sacrifice unto the idol, and rejoiced in the works of their own hands.
7:42 ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ οἶκος ἰσραήλ 7:42 Then God turned, and gave them up to worship the host of heaven; as it is written in the book of the prophets, O ye house of Israel, have ye offered to me slain beasts and sacrifices by the space of forty years in the wilderness?
7:43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν ῥεμφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα βαβυλῶνος 7:43 Yea, ye took up the tabernacle of Moloch, and the star of your god Remphan, figures which ye made to worship them: and I will carry you away beyond Babylon.
7:44 ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν ἐν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ καθὼς διετάξατο ὁ λαλῶν τῷ μωσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει 7:44 Our fathers had the tabernacle of witness in the wilderness, as he had appointed, speaking unto Moses, that he should make it according to the fashion that he had seen.
7:45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν δαβίδ 7:45 Which also our fathers that came after brought in with Jesus into the possession of the Gentiles, whom God drave out before the face of our fathers, unto the days of David;
7:46 ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ θεῷ ἰακώβ 7:46 Who found favour before God, and desired to find a tabernacle for the God of Jacob.
7:47 σολομῶν δὲ ὠκοδόμησεν αὐτῷ οἶκον 7:47 But Solomon built him an house.
7:48 ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ καθὼς ὁ προφήτης λέγει 7:48 Howbeit the most High dwelleth not in temples made with hands; as saith the prophet,
7:49 ὁ οὐρανός μοι θρόνος ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου ποῖον οἶκον οἰκοδομήσετέ μοι λέγει κύριος ἢ τίς τόπος τῆς καταπαύσεώς μου 7:49 Heaven is my throne, and earth is my footstool: what house will ye build me? saith the Lord: or what is the place of my rest?
Acts 7:50 οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα Acts 7:50 Hath not my hand made all these things?
7:51 σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς 7:51 Ye stiffnecked and uncircumcised in heart and ears, ye do always resist the Holy Ghost: as your fathers did, so do ye.
7:52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε 7:52 Which of the prophets have not your fathers persecuted? and they have slain them which shewed before of the coming of the Just One; of whom ye have been now the betrayers and murderers:
7:53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων καὶ οὐκ ἐφυλάξατε 7:53 Who have received the law by the disposition of angels, and have not kept it.
7:54 ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν 7:54 When they heard these things, they were cut to the heart, and they gnashed on him with their teeth.
7:55 ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ 7:55 But he, being full of the Holy Ghost, looked up stedfastly into heaven, and saw the glory of God, and Jesus standing on the right hand of God,
7:56 καὶ εἶπεν ἰδού, θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ 7:56 And said, Behold, I see the heavens opened, and the Son of man standing on the right hand of God.
7:57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν 7:57 Then they cried out with a loud voice, and stopped their ears, and ran upon him with one accord,
7:58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου σαύλου 7:58 And cast him out of the city, and stoned him: and the witnesses laid down their clothes at a young man's feet, whose name was Saul.
7:59 καὶ ἐλιθοβόλουν τὸν στέφανον ἐπικαλούμενον καὶ λέγοντα κύριε ἰησοῦ δέξαι τὸ πνεῦμά μου 7:59 And they stoned Stephen, calling upon God, and saying, Lord Jesus, receive my spirit.
Acts 7:60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ κύριε μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην καὶ τοῦτο εἰπὼν ἐκοιμήθη Acts 7:60 And he kneeled down, and cried with a loud voice, Lord, lay not this sin to their charge. And when he had said this, he fell asleep.

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 || 25 || 26 || 27 || 28 ||

Top

See this bible with Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please copy and paste this URL into Facebook and Twitter to all your friends who would benefit from this Textus Receptus King James version online bible.

Home Page || Textus Receptus KJV Index || Greek Word Studies Index || Bible Studies Index || Bible Study Tools and Bibles