Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT John Chapter 9

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 ||

John Chapter 9

John 9:1 καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς
9:2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες ῥαββί τίς ἥμαρτεν οὗτος ἢ οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ
9:3 ἀπεκρίθη ὁ ἰησοῦς οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ
9:4 ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι
9:5 ὅταν ἐν τῷ κόσμῳ ὦ φῶς εἰμι τοῦ κόσμου
9:6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος καὶ ἐπέχρισεν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ,
9:7 καὶ εἶπεν αὐτῷ ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ σιλωάμ ὃ ἑρμηνεύεται ἀπεσταλμένος ἀπῆλθεν οὖν καὶ ἐνίψατο καὶ ἦλθεν βλέπων
9:8 οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν ἔλεγον οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν
9:9 ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν ἄλλοι δὲ, ὅτι ὅμοιος αὐτῷ ἐστιν ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι
John 9:10 ἔλεγον οὖν αὐτῷ πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί
9:11 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπέν ἄνθρωπος λεγόμενος ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπεν, μοι ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ σιλωὰμ καὶ νίψαι ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα
9:12 εἶπον οὖν αὐτῷ ποῦ ἐστιν ἐκεῖνος λέγει οὐκ οἶδα
9:13 ἄγουσιν αὐτὸν πρὸς τοὺς φαρισαίους τόν ποτε τυφλόν
9:14 ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς
9:15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ φαρισαῖοι πῶς ἀνέβλεψεν ὁ δὲ εἶπεν αὐτοῖς πηλὸν ἐπέθηκέν ἐπὶ τοὺς ὀφθαλμούς μου καὶ ἐνιψάμην καὶ βλέπω
9:16 ἔλεγον οὖν ἐκ τῶν φαρισαίων τινές οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ ὅτι τὸ σάββατον οὐ τηρεῖ ἄλλοι ἔλεγον πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν καὶ σχίσμα ἦν ἐν αὐτοῖς
9:17 λέγουσιν τῷ τυφλῷ πάλιν σὺ τί λέγεις περὶ αὐτοῦ ὅτι ἤνοιξεν σου τοὺς ὀφθαλμούς ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν
9:18 οὐκ ἐπίστευσαν οὖν οἱ ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
9:19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη πῶς οὖν ἄρτι βλέπει
John 9:20 ἀπεκρίθησαν αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον, οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη
9:21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν αὐτὸς ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε αὐτὸς περὶ αὐτοῦ λαλήσει
9:22 ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς ἰουδαίους ἤδη γὰρ συνετέθειντο οἱ ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν ἀποσυνάγωγος γένηται
9:23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον, ὅτι ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε
9:24 ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλὸς καὶ εἶπον αὐτῷ δὸς δόξαν τῷ θεῷ ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν
9:25 ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν, εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω
9:26 εἶπον δὲ αὐτῷ πάλιν, τί ἐποίησέν σοι πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς
9:27 ἀπεκρίθη αὐτοῖς εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε τί πάλιν θέλετε ἀκούειν μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι
9:28 ἐλοιδόρησαν οὖν αὐτὸν καὶ εἶπον σὺ εἶ μαθητὴς ἐκείνου ἡμεῖς δὲ τοῦ μωσέως ἐσμὲν μαθηταί
9:29 ἡμεῖς οἴδαμεν ὅτι μωσῃ λελάληκεν ὁ θεός τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν
John 9:30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν καὶ ἀνέῳξεν μου τοὺς ὀφθαλμούς
9:31 οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει
9:32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξεν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου
9:33 εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν
9:34 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς καὶ ἐξέβαλον αὐτὸν ἔξω
9:35 ἤκουσεν ὁ ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ θεοῦ
9:36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν τίς ἐστιν κύριε ἵνα πιστεύσω εἰς αὐτόν
9:37 εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν
9:38 ὁ δὲ ἔφη πιστεύω κύριε καὶ προσεκύνησεν αὐτῷ
9:39 καὶ εἶπεν ὁ ἰησοῦς εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται
John 9:40 καὶ ἤκουσαν ἐκ τῶν φαρισαίων ταῦτα οἱ ὄντες μετ᾽ αὐτοῦ καὶ εἶπον αὐτῷ μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν
9:41 εἶπεν αὐτοῖς ὁ ἰησοῦς εἰ τυφλοὶ ἦτε οὐκ ἂν εἴχετε ἁμαρτίαν νῦν δὲ λέγετε ὅτι βλέπομεν ἡ οὖν ἁμαρτία ὑμῶν μένει

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index