Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT John Chapter 21

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 ||

John Chapter 21

John 21:1 μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς τιβεριάδος ἐφανέρωσεν δὲ οὕτως
21:2 ἦσαν ὁμοῦ σίμων πέτρος καὶ θωμᾶς ὁ λεγόμενος δίδυμος καὶ ναθαναὴλ ὁ ἀπὸ κανὰ τῆς γαλιλαίας καὶ οἱ τοῦ ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο
21:3 λέγει αὐτοῖς σίμων πέτρος ὑπάγω ἁλιεύειν λέγουσιν αὐτῷ ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθὺς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν
21:4 πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ ἰησοῦς εἰς τὸν αἰγιαλόν οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ἰησοῦς ἐστιν
21:5 λέγει οὖν αὐτοῖς ὁ ἰησοῦς παιδία μή τι προσφάγιον ἔχετε ἀπεκρίθησαν αὐτῷ οὔ
21:6 ὁ δὲ εἶπεν αὐτοῖς βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε ἔβαλον οὖν καὶ οὐκ ἔτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων
21:7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ ἰησοῦς τῷ πέτρῳ ὁ κύριός ἐστιν σίμων οὖν πέτρος ἀκούσας ὅτι ὁ κύριός ἐστιν τὸν ἐπενδύτην διεζώσατο ἦν γὰρ γυμνός καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν
21:8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων σύροντες τὸ δίκτυον τῶν ἰχθύων
21:9 ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον
John 21:10 λέγει αὐτοῖς ὁ ἰησοῦς ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν
21:11 ἀνέβη σίμων πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον
21:12 λέγει αὐτοῖς ὁ ἰησοῦς δεῦτε ἀριστήσατε οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν σὺ τίς εἶ εἰδότες ὅτι ὁ κύριός ἐστιν
21:13 ἔρχεται οὖν ὁ ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως
21:14 τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν
21:15 ὅτε οὖν ἠρίστησαν λέγει τῷ σίμωνι πέτρῳ ὁ ἰησοῦς σίμων ἰωνᾶ, ἀγαπᾷς με πλεῖόν τούτων λέγει αὐτῷ ναί κύριε σὺ οἶδας ὅτι φιλῶ σε λέγει αὐτῷ βόσκε τὰ ἀρνία μου
21:16 λέγει αὐτῷ πάλιν δεύτερον σίμων ἰωνᾶ ἀγαπᾷς με λέγει αὐτῷ ναί κύριε σὺ οἶδας ὅτι φιλῶ σε λέγει αὐτῷ ποίμαινε τὰ πρόβατά μου
21:17 λέγει αὐτῷ τὸ τρίτον σίμων ἰωνᾶ, φιλεῖς με ἐλυπήθη ὁ πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον φιλεῖς με καὶ εἶπεν αὐτῷ κύριε σὺ πάντα οἶδας σὺ γινώσκεις ὅτι φιλῶ σε λέγει αὐτῷ ὁ ἰησοῦς βόσκε τὰ πρόβατά μου
21:18 ἀμὴν ἀμὴν λέγω σοι ὅτε ἦς νεώτερος ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες ὅταν δὲ γηράσῃς ἐκτενεῖς τὰς χεῖράς σου καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις
21:19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ ἀκολούθει μοι
John 21:20 ἐπιστραφεὶς δέ ὁ πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ἰησοῦς ἀκολουθοῦντα ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν κύριε τίς ἐστιν ὁ παραδιδούς σε
21:21 τοῦτον ἰδὼν ὁ πέτρος λέγει τῷ ἰησοῦ κύριε οὗτος δὲ τί
21:22 λέγει αὐτῷ ὁ ἰησοῦς ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ σύ ἀκολούθει μοι
21:23 ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει καὶ οὐκ εἶπεν αὐτῷ ὁ ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ᾽ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ
21:24 οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστίν ἡ μαρτυρία αὐτοῦ
21:25 ἔστιν δὲ καὶ ἄλλα πολλὰ ὃσα ἐποίησεν ὁ ἰησοῦς ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία ἀμήν

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index