Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT Luke Chapter 15

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 ||

Luke Chapter 15

Luke 15:1 ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ
15:2 καὶ διεγόγγυζον οἵ φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς
15:3 εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων
15:4 τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν οὐ καταλείπει τὰ ἐννενήκονταεννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό
15:5 καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους ἑαυτοῦ χαίρων
15:6 καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς, συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός
15:7 λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐννενήκονταεννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας
15:8 ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα ἐὰν ἀπολέσῃ δραχμὴν μίαν οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου εὕρῃ
15:9 καὶ εὑροῦσα συγκαλεῖται τὰς φίλας καὶ τὰς γείτονας λέγουσα συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα
Luke 15:10 οὕτως λέγω ὑμῖν χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι
15:11 εἶπεν δέ ἄνθρωπός τις εἶχεν δύο υἱούς
15:12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί πάτερ δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας καὶ διεῖλεν αὐτοῖς τὸν βίον
15:13 καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως
15:14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι
15:15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους
15:16 καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι καὶ οὐδεὶς ἐδίδου αὐτῷ
15:17 εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπεν πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι
15:18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ πάτερ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου
15:19 καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου ποίησόν με ὡς ἕνα τῶν μισθίων σου
Luke 15:20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν
15:21 εἶπεν δὲ αὐτῷ ὁ υἱὸς πάτερ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου
15:22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας
15:23 καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτόν θύσατε καὶ φαγόντες εὐφρανθῶμεν
15:24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη καὶ ἤρξαντο εὐφραίνεσθαι
15:25 ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ ἤκουσεν συμφωνίας καὶ χορῶν
15:26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων αὐτοῦ ἐπυνθάνετο τί εἴη ταῦτα
15:27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν
15:28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν
15:29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ
Luke 15:30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτὸν
15:31 ὁ δὲ εἶπεν αὐτῷ τέκνον σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ καὶ πάντα τὰ ἐμὰ σά ἐστιν
15:32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησεν καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index