Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT Luke Chapter 18

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 ||

Luke Chapter 18

Luke 18:1 ἕλεγεν δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν,
18:2 λέγων, κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος
18:3 χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου
18:4 καὶ οὐκ ἤθελησεν ἐπὶ χρόνον μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι
18:5 διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με
18:6 εἶπεν δὲ ὁ κύριος ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει
18:7 ὁ δὲ θεὸς οὐ μὴ ποιήσει τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτόν ἡμέρας καὶ νυκτός καὶ μακροθυμῶν ἐπ᾽ αὐτοῖς
18:8 λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς
18:9 εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην
Luke 18:10 ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι ὁ εἷς φαρισαῖος καὶ ὁ ἕτερος τελώνης
18:11 ὁ φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο ὁ θεός εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων ἅρπαγες ἄδικοι μοιχοί ἢ καὶ ὡς οὗτος ὁ τελώνης
18:12 νηστεύω δὶς τοῦ σαββάτου ἀποδεκατῶ πάντα ὅσα κτῶμαι
18:13 καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανόν ἐπᾶραι ἀλλ᾽ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων, ὁ θεός ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ
18:14 λέγω ὑμῖν κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ ἐκεῖνος ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται
18:15 προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς
18:16 ὁ δὲ ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν, ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ
18:17 ἀμὴν λέγω ὑμῖν ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν
18:18 καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, διδάσκαλε ἀγαθέ τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω
18:19 εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός
Luke 18:20 τὰς ἐντολὰς οἶδας μὴ μοιχεύσῃς μὴ φονεύσῃς μὴ κλέψῃς μὴ ψευδομαρτυρήσῃς τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου
18:21 ὁ δὲ εἶπεν ταῦτα πάντα ἐφύλαξαμην ἐκ νεότητος μου
18:22 ἀκούσας δὲ ταῦτα ὁ ἰησοῦς εἶπεν αὐτῷ ἕτι ἕν σοι λείπει πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι
18:23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο ἦν γὰρ πλούσιος σφόδρα
18:24 ἰδὼν δὲ αὐτὸν ὁ ἰησοῦς περίλυπον γενόμενον εἶπεν πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ θεοῦ
18:25 εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν
18:26 εἶπον δὲ οἱ ἀκούσαντες καὶ τίς δύναται σωθῆναι
18:27 ὁ δὲ εἶπεν τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ ἐστιν παρὰ τῷ θεῷ
18:28 εἶπεν δὲ ὁ πέτρος ἰδού, ἡμεῖς ἀφηκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι
18:29 ὁ δὲ εἶπεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ
Luke 18:30 ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον
18:31 παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς ἰδού, ἀναβαίνομεν εἰς ἱεροσόλυμα καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου
18:32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται
18:33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται
18:34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα
18:35 ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν
18:36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο
18:37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι ἰησοῦς ὁ ναζωραῖος παρέρχεται
18:38 καὶ ἐβόησεν λέγων, ἰησοῦ υἱὲ δαβίδ, ἐλέησόν με
18:39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν υἱὲ δαβίδ, ἐλέησόν με
Luke 18:40 σταθεὶς δὲ ὁ ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν
18:41 λέγων, τί σοι θέλεις ποιήσω ὁ δὲ εἶπεν κύριε ἵνα ἀναβλέψω
18:42 καὶ ὁ ἰησοῦς εἶπεν αὐτῷ ἀνάβλεψον ἡ πίστις σου σέσωκέν σε
18:43 καὶ παραχρῆμα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index