Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT Acts Chapter 26

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 || 25 || 26 || 27 || 28 ||

Acts Chapter 26

Acts 26:1 ἀγρίππας δὲ πρὸς τὸν παῦλον ἔφη ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν τότε ὁ παῦλος ἀπελογεῖτο ἐκτείνας τὴν χεῖρα
26:2 περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ ἰουδαίων βασιλεῦ ἀγρίππα ἥγημαι ἐμαυτὸν μακάριον μέλλων ἀπολογεῖσθαι ἐπὶ σοῦ σήμερον
26:3 μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων διὸ δέομαι σου, μακροθύμως ἀκοῦσαί μου
26:4 τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν ἱεροσολύμοις ἴσασιν πάντες οἱ ἰουδαῖοι
26:5 προγινώσκοντές με ἄνωθεν ἐὰν θέλωσιν μαρτυρεῖν ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα φαρισαῖος
26:6 καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος
26:7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι περὶ ἡς ἐλπίδος ἐγκαλοῦμαι βασιλεῦ ἀγρίππα ὑπὸ τῶν ἰουδαίων
26:8 τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει
26:9 ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα ἰησοῦ τοῦ ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι
Acts 26:10 ὃ καὶ ἐποίησα ἐν ἱεροσολύμοις καὶ πολλούς τῶν ἁγίων ἐγὼ φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον
26:11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις
26:12 ἐν οἷς καὶ πορευόμενος εἰς τὴν δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων
26:13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον βασιλεῦ οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους
26:14 πάντων δέ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ ἑβραΐδι διαλέκτῳ σαοὺλ σαούλ τί με διώκεις σκληρόν σοι πρὸς κέντρα λακτίζειν
26:15 ἐγὼ δὲ εἶπον, τίς εἶ κύριε ὁ δὲ εἶπεν ἐγώ εἰμι ἰησοῦς ὃν σὺ διώκεις
26:16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου εἰς τοῦτο γὰρ ὤφθην σοι προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ὧν τε ὀφθήσομαί σοι
26:17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν εἰς οὓς νῦν σε ἀποστέλλω
26:18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν θεόν τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ
26:19 ὅθεν βασιλεῦ ἀγρίππα οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ
Acts 26:20 ἀλλὰ τοῖς ἐν δαμασκῷ πρῶτόν καὶ ἱεροσολύμοις εἰς πᾶσάν τε τὴν χώραν τῆς ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλων μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν ἄξια τῆς μετανοίας ἔργα πράσσοντας
26:21 ἕνεκα τούτων με οἵ ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι
26:22 ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρούμενος μικρῷ τε καὶ μεγάλῳ οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ μωσῆς,
26:23 εἰ παθητὸς ὁ χριστός εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσιν
26:24 ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη μαίνῃ παῦλε τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει
26:25 ὁ δὲ οὐ μαίνομαι φησίν κράτιστε φῆστε ἀλλ᾽ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι
26:26 ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς πρὸς ὃν καὶ παῤῥησιαζόμενος λαλῶ λανθάνειν γὰρ αὐτὸν τι τούτων οὐ πείθομαι οὐδέν οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο
26:27 πιστεύεις βασιλεῦ ἀγρίππα τοῖς προφήταις οἶδα ὅτι πιστεύεις
26:28 ὁ δὲ ἀγρίππας πρὸς τὸν παῦλον ἔφη, ἐν ὀλίγῳ με πείθεις χριστιανὸν γενέσθαι
26:29 ὁ δὲ παῦλος εἰπεν, εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων
Acts 26:30 καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς
26:31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος
26:32 ἀγρίππας δὲ τῷ φήστῳ ἔφη ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο καίσαρα

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 || 25 || 26 || 27 || 28 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index