Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT Matthew Chapter 1

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 || 25 || 26 || 27 || 28 ||

Matthew Chapter 1

Matthew 1:1 βίβλος γενέσεως ἰησοῦ χριστοῦ υἱοῦ δαβὶδ υἱοῦ ἀβραάμ
1:2 ἀβραὰμ ἐγέννησεν τὸν ἰσαάκ ἰσαὰκ δὲ ἐγέννησεν τὸν ἰακώβ ἰακὼβ δὲ ἐγέννησεν τὸν ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ
1:3 ἰούδας δὲ ἐγέννησεν τὸν φαρὲς καὶ τὸν ζαρὰ ἐκ τῆς θάμαρ φαρὲς δὲ ἐγέννησεν τὸν ἑσρώμ ἑσρὼμ δὲ ἐγέννησεν τὸν ἀράμ
1:4 ἀρὰμ δὲ ἐγέννησεν τὸν ἀμιναδάβ ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν ναασσών ναασσὼν δὲ ἐγέννησεν τὸν σαλμών
1:5 σαλμὼν δὲ ἐγέννησεν τὸν βοὸζ ἐκ τῆς ῥαχάβ βοὸζ δὲ ἐγέννησεν τὸν ὠβὴδ ἐκ τῆς ῥούθ ὠβὴδ δὲ ἐγέννησεν τὸν ἰεσσαί
1:6 ἰεσσαὶ δὲ ἐγέννησεν τὸν δαβὶδ τὸν βασιλέα δαβὶδ δὲ ὁ βασιλεὺς ἐγέννησεν τὸν σολομῶντα ἐκ τῆς τοῦ οὐρίου
1:7 σολομὼν δὲ ἐγέννησεν τὸν ῥοβοάμ ῥοβοὰμ δὲ ἐγέννησεν τὸν ἀβιά ἀβιὰ δὲ ἐγέννησεν τὸν ἀσά
1:8 ἀσὰ δὲ ἐγέννησεν τὸν ἰωσαφάτ ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν ἰωράμ ἰωρὰμ δὲ ἐγέννησεν τὸν ὀζίαν
1:9 ὀζίας δὲ ἐγέννησεν τὸν ἰωάθαμ ἰωάθαμ δὲ ἐγέννησεν τὸν ἄχαζ ἄχαζ δὲ ἐγέννησεν τὸν ἐζεκίαν
Matthew 1:10 ἐζεκίας δὲ ἐγέννησεν τὸν μανασσῆ μανασσῆς δὲ ἐγέννησεν τὸν ἀμών ἀμὼν δὲ ἐγέννησεν τὸν ἰωσίαν
1:11 ἰωσίας δὲ ἐγέννησεν τὸν ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας βαβυλῶνος
1:12 μετὰ δὲ τὴν μετοικεσίαν βαβυλῶνος ἰεχονίας ἐγέννησεν τὸν σαλαθιήλ σαλαθιὴλ δὲ ἐγέννησεν τὸν ζοροβάβελ
1:13 ζοροβάβελ δὲ ἐγέννησεν τὸν ἀβιούδ ἀβιοὺδ δὲ ἐγέννησεν τὸν ἐλιακείμ ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν ἀζώρ
1:14 ἀζὼρ δὲ ἐγέννησεν τὸν σαδώκ σαδὼκ δὲ ἐγέννησεν τὸν ἀχείμ ἀχεὶμ δὲ ἐγέννησεν τὸν ἐλιούδ
1:15 ἐλιοὺδ δὲ ἐγέννησεν τὸν ἐλεάζαρ ἐλεάζαρ δὲ ἐγέννησεν τὸν ματθάν ματθὰν δὲ ἐγέννησεν τὸν ἰακώβ
1:16 ἰακὼβ δὲ ἐγέννησεν τὸν ἰωσὴφ τὸν ἄνδρα μαρίας ἐξ ἧς ἐγεννήθη ἰησοῦς ὁ λεγόμενος χριστός
1:17 πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ἀβραὰμ ἕως δαβὶδ γενεαὶ δεκατέσσαρες καὶ ἀπὸ δαβὶδ ἕως τῆς μετοικεσίας βαβυλῶνος γενεαὶ δεκατέσσαρες καὶ ἀπὸ τῆς μετοικεσίας βαβυλῶνος ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες
1:18 τοῦ δὲ ἰησοῦ χριστοῦ ἡ γέννησις οὕτως ἦν μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ μαρίας τῷ ἰωσὴφ πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου
1:19 ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν
Matthew 1:20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων ἰωσὴφ υἱὸς δαβὶδ μὴ φοβηθῇς παραλαβεῖν μαριὰμ τὴν γυναῖκά σου τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου
1:21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰησοῦν αὐτὸς γὰρ σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν
1:22 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος
1:23 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ἐμμανουὴλ ὅ ἐστιν μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ φεός
1:24 διεγερθεὶς δὲ ὁ ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὑτοῦ
1:25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ἰησοῦν

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 || 25 || 26 || 27 || 28 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index