Go to Chapter Index or Scriptures

GREEK TEXTUS RECEPTUS of the NEW TESTAMENT Matthew Chapter 14

This online bible shows chapter by chapter the Greek Textus Receptus (otherwise known as the Received Text) of the New Testament. This is the koine Greek (or common Greek) from which the King James Version of the bible was translated.
Bibles Index || Textus Receptus Index || Search this website || Bible Studies Index || Greek Word Studies Index

SELECT A CHAPTER

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 || 25 || 26 || 27 || 28 ||

Matthew Chapter 14

Matthew 14:1 ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν ἰησοῦ
14:2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ οὗτός ἐστιν ἰωάννης ὁ βαπτιστής αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ
14:3 ὁ γὰρ ἡρῴδης κρατήσας τὸν ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ ἡρῳδιάδα τὴν γυναῖκα φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ
14:4 ἔλεγεν γὰρ αὐτῷ ὁ ἰωάννης οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν
14:5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον ὅτι ὡς προφήτην αὐτὸν εἶχον
14:6 γενεσίων δὲ ἀγομένων τοῦ ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ ἡρῴδῃ
14:7 ὅθεν μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται
14:8 ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς δός μοι φησίν ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν ἰωάννου τοῦ βαπτιστοῦ
14:9 καὶ ἐλυπηθη ὁ βασιλεὺς διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι
Matthew 14:10 καὶ πέμψας ἀπεκεφάλισεν τὸν ἰωάννην ἐν τῇ φυλακῇ
14:11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς
14:12 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό καὶ ἐλθόντες ἀπήγγειλαν τῷ ἰησοῦ
14:13 καὶ ἀκούσας ὁ ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων
14:14 καὶ ἐξελθὼν ὁ ἰησοῦς εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτούς καὶ ἐθεράπευσεν τοὺς ἀῤῥώστους αὐτῶν
14:15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες ἕρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν ἀπόλυσον τοὺς ὄχλους ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα
14:16 ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς οὐ χρείαν ἔχουσιν ἀπελθεῖν δότε αὐτοῖς ὑμεῖς φαγεῖν
14:17 οἱ δὲ λέγουσιν αὐτῷ οὐκ ἔχομεν ὧδε εἶ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας
14:18 ὁ δὲ εἰπεν φέρετέ μοι αὐτοὺς ὧδε
14:19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις
Matthew 14:20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις
14:21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων
14:22 καὶ εὐθέως ἠνάγκασεν ὁ ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους
14:23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ
14:24 τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν βασανιζόμενον ὑπὸ τῶν κυμάτων ἦν γὰρ ἐναντίος ὁ ἄνεμος
14:25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθεν πρὸς αὐτοὺς ὁ ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης
14:26 καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θαλάσσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστιν καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν
14:27 εὐθὲως δὲ ἐλάλησεν αὐτοῖς ὁ ἰησοῦς λέγων φαρσεῖτε ἐγώ εἰμι μὴ φοβεῖσθε
14:28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ πέτρος εἰπεν κύριε εἰ σὺ εἶ κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα
14:29 ὁ δὲ εἶπεν ἐλθέ καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν ἰησοῦν
Matthew 14:30 βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων κύριε σῶσόν με
14:31 εὐθέως δὲ ὁ ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ ὀλιγόπιστε εἰς τί ἐδίστασας
14:32 καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος
14:33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες ἀληθῶς θεοῦ υἱὸς εἶ
14:34 καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν γεννησαρέτ
14:35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας
14:36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ καὶ ὅσοι ἥψαντο διεσώθησαν

|| 1 || 2 || 3 || 4 || 5 || 6 || 7 || 8 || 9 || 10 || 11 || 12 || 13 || 14 || 15 || 16 || 17 || 18 || 19 || 20 || 21 || 22 || 23 || 24 || 25 || 26 || 27 || 28 ||

Top

See this online bible with Greek and English side by side, or Latin, Greek and English side by side.

If you have benefited from reading this online bible, then please tell your friends about this website.
If you have a website of your own, then please consider linking to this website. See the Website Links page.
Please send this link to all your friends who are interested in the New Testament Greek Textus Receptus online and give it a Google +.

Bibles Index || Textus Receptus Index || Bible Studies Index || Greek Word Studies Index